LAUDS: ST. AGNES OF MONTEPULCIANO
Wisdom 7:7-8,10 7 διὰ τοῦτο εὐξάμην, * καὶ φρόνησις ἐδόθη μοι· ἐπεκαλεσάμην, * καὶ ἦλθέν μοι πνεῦμα σοφίας. 8 προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων * καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς· 10 ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν * καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν, * ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος. |