Song of the three young men, Daniel 3:57-88Sunday Morning 1 & 3
Εὐλογεῖτε πάντα τὰ ἔργα τοῦ κυρίου τὸν κύριον * εὐλογεῖτε ἄγγελοι κυρίου τὸν κύριον
εὐλογεῖτε οὐρανοί τὸν κύριον * εὐλογεῖτε ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ τὸν κύριον.
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
εὐλογεῖτε πᾶσαι αἱ δυνάμεις κυρίου τὸν κύριον * εὐλογεῖτε ἥλιος καὶ σελήνη τὸν κύριον
εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν κύριον * εὐλογεῖτε πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον.
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
εὐλογεῖτε πάντα τὰ πνεύματα τὸν κύριον * εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν κύριον
εὐλογεῖτε πάγοι καὶ ψῦχος τὸν κύριον * εὐλογεῖτε πάχναι καὶ χιόνες τὸν κύριον.
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
εὐλογεῖτε νύκτες καὶ ἡμέραι τὸν κύριον * εὐλογεῖτε φῶς καὶ σκότος τὸν κύριον
εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον * εὐλογείτω ἡ γῆ τὸν κύριον.
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
εὐλογεῖτε ὄρη καὶ βουνοί τὸν κύριον * εὐλογεῖτε πάντα τὰ φυόμενα ἐπὶ τῆς γῆς τὸν κύριον
εὐλογεῖτε αἱ πηγαί τὸν κύριον * εὐλογεῖτε θάλασσαι καὶ ποταμοί τὸν κύριον.
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
εὐλογεῖτε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν κύριον * εὐλογεῖτε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν κύριον
εὐλογεῖτε τετράποδα καὶ θηρία τῆς γῆς τὸν κύριον * εὐλογεῖτε οἱ υἱοὶ τῶν ἀνθρώπων τὸν κύριον.
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
εὐλογεῖτε Iσραηλ τὸν κύριον * εὐλογεῖτε ἱερεῖς τὸν κύριον
εὐλογεῖτε δοῦλοι τὸν κύριον * εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον.
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
εὐλογεῖτε ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ τὸν κύριον * εὐλογεῖτε Ανανια Αζαρια Μισαηλ τὸν κύριον.
εὐλογητὸς εἶ ἐν τῷ στερεώματι * καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.

To English