SONG OF
ZECHARIAH | (Lk 1:68-79) |
|
Εὐλογητὸς
κύριος ὁ θεὸς
τοῦ ᾽Ισραήλ, *
ὅτι ἐπεσκέψατο
καὶ ἐποίησεν
λύτρωσιν τῷ
λαῷ αὐτοῦ,
καὶ
ἤγειρεν κέρας
σωτηρίας ἡμῖν *
ἐν οἴκῳ Δαυὶδ
παιδὸς αὐτοῦ,
|
καθὼς
ἐλάλησεν διὰ
στόματος τῶν
ἁγίων * ἀπ᾽
αἰῶνος
προφητῶν
αὐτοῦ,
σωτηρίαν ἐξ
ἐχθρῶν ἡμῶν *
καὶ ἐκ χειρὸς
πάντων τῶν
μισούντων
ἡμᾶς·
|
ποιῆσαι ἔλεος
μετὰ τῶν
πατέρων ἡμῶν *
καὶ μνησθῆναι
διαθήκης
ἁγίας αὐτοῦ,
ὅρκον ὃν
ὤμοσεν πρὸς ᾽Αβραὰμ
τὸν πατέρα
ἡμῶν, * τοῦ
δοῦναι ἡμῖν
| ἀφόβως ἐκ
χειρὸς ἐχθρῶν
ῥυσθέντας * λατρεύειν
αὐτῷ ἐν
ὁσιότητι καὶ
δικαιοσύνῃ
ἐνώπιον αὐτοῦ *
πάσαις ταῖς
ἡμέραις ἡμῶν.
|
Καὶ σὺ δέ,
παιδίον,
προφήτης
ὑψίστου κληθήσῃ, *
προπορεύσῃ
γὰρ ἐνώπιον κυρίου
ἑτοιμάσαι
ὁδοὺς αὐτοῦ,
τοῦ δοῦναι
γνῶσιν
σωτηρίας τῷ
λαῷ αὐτοῦ * ἐν ἀφέσει
ἁμαρτιῶν
αὐτῶν,
|
διὰ σπλάγχνα
ἐλέους θεοῦ
ἡμῶν, * ἐν οἷς
ἐπισκέψεται ἡμᾶς
ἀνατολὴ ἐξ
ὕψους,
ἐπιφᾶναι τοῖς
ἐν σκότει καὶ
σκιᾷ θανάτου
καθημένοις, * τοῦ
κατευθῦναι
τοὺς πόδας
ἡμῶν εἰς ὁδὸν
εἰρήνης. |
OUR FATHER
πάτερ ἡμῶν / ὁ
ἐν τοῖς
οὐρανοῖς,
|
ἁγιασθήτω τὸ
ὄνομά σου, *
ἐλθέτω ἡ
βασιλεία σου,
γενηθήτω
τὸ θέλημά σου, *
ὡς ἐν
οὐρανῷ /
καὶ
ἐπὶ γῆς.
|
τὸν
ἄρτον ἡμῶν * τὸν
ἐπιούσιον *
δὸς
ἡμῖν σήμερον:
|
καὶ ἄφες ἡμῖν /
τὰ ὀφειλήματα
ἡμῶν, *
ὡς καὶ ἡμεῖς /
ἀφήκαμεν /
τοῖς
ὀφειλέταις
ἡμῶν:
καὶ μὴ
εἰσενέγκῃς
ἡμᾶς /
εἰς
πειρασμόν, *
ἀλλὰ ῥῦσαι
ἡμᾶς /
ἀπὸ τοῦ
πονηροῦ. |
|