VESPERS II: HOLY MEN
Melody 1 / Melody 2 / Melody 3

Ordinary Psalms for Memorials

Psalm 15: Hebrew English     Then BACK

Psalm 112: Hebrew English     Then BACK

Revelation 15: Greek English     Then BACK
Pastors
1 Peter 5:1-4
Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ
ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων,
ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός:
ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ,
ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν,
μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως,
μηδ' ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου:
καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
Doctors
James 3:17-18
Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν,
ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος:
καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
Others
Romans 8:28-30
Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν,
τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ,
εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς:
οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν:
καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν:
οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
Easter


Song of Mary