Revelation 11:17-18; 12:10b-12aThursday Evenings
Eὐχαριστοῦμέν σοι, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, * ὁ ὢν καὶ ὁ ἦν
ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην * καὶ ἐβασίλευσας.
καὶ τὰ ἔθνη ὠργίσθησαν * καὶ ἦλθεν ἡ ὀργή σου * καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι
καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις * καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου * τοὺς μικροὺς καὶ τοὺς μεγάλους...
Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν * καὶ ἡ ἐξουσία τοῦ Xριστοῦ αὐτοῦ,
ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν * ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν * ἡμέρας καὶ νυκτός.
καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν * διὰ τὸ αἷμα τοῦ ἀρνίου
καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν * καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.
διὰ τοῦτο εὐφραίνεσθε οἱ οὐρανοὶ * καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες.

To English