ORDINARY TIME: ODD YEARS

WEEK 3

SUNDAY
Romans 8:1-17

οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ:
ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ
ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός,
ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας
κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν
τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα.
       οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν,
       οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.
       τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος,
       τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη:
       διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν,
       τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται:
       οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.
             ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι,
             εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν.
             εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
             εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν,
             τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
       εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν,
       ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν
       διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.
       ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν:
       εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε ἀποθνῄσκειν,
       εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε ζήσεσθε.
ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν.
οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον,
ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, αββα ὁ πατήρ:
αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ.
εἰ δὲ τέκνα, καὶ κληρονόμοι:
κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ,
εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.

John Chrysostom, Homily 14 on Romans, 3 (PG 60, 527-528)

Ἑτέραν ποιεῖται ἀπόδειξιν τοῦ πνεῦμα υἱοθεσίας ἔχειν. Ποῖον δὴ τοῦτο; Ἐν ᾧ κράζομεν, «Ἀββᾶ ὁ Πατήρ.»

Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ μύσται, καλῶς ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι τὸ ῥῆμα λέγειν. Τί οὖν; οὐκ ἐκάλουν καὶ ἐκεῖνοι Πατέρα, φησὶ, τὸν Θεόν; οὐκ ἀκούεις Μωϋσέως λέγοντος· «Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες»;... Ἀλλ' εἰ καὶ ταῦτα καὶ πλείονα τούτων εἴρηται, οὐδαμοῦ τοῦτο εὑρίσκομεν αὐτοὺς καλοῦντας τὸ ῥῆμα τὸν Θεὸν, οὐδὲ εὐχομένους οὕτως.

Ἡμεῖς δὲ ἅπαντες, καὶ ἱερεῖς καὶ ἰδιῶται καὶ ἄρχοντες καὶ ἀρχόμενοι, οὕτως εὔχεσθαι ἐκελεύσθημεν. Καὶ ταύτην πρώτην ἀφίεμεν φωνὴν, μετὰ τὰς θαυμαστὰς ὠδῖνας ἐκείνας, καὶ τὸν ξένον καὶ παράδοξον τῶν λοχευμάτων νόμον. Ἄλλως δὲ, εἰ καὶ ἐκάλεσάν ποτε ἐκεῖνοι, ἀλλ' ἐξ οἰκείας διανοίας· οἱ δὲ ἐν τῇ  χάριτι, ἀπὸ πνευματικῆς ἐνεργείας κινούμενοι. Ὥσπερ γὰρ πνεῦμα σοφίας ἐστὶ, καθ' ὃ σοφοὶ οἱ ἄσοφοι ἐγίνοντο, καὶ δηλοῦται τοῦτο ἀπὸ τῆς διδασκαλίας· καὶ πνεῦμα δυνάμεώς ἐστι, καθ' ὃ οἱ ἀσθενεῖς νεκροὺς ἤγειραν, καὶ δαίμονας ἤλασαν, καὶ πνεῦμα χαρίσματος ἰαμάτων, καὶ πνεῦμα προφητείας, καὶ πνεῦμα γλωσσῶν· οὕτω καὶ πνεῦμα υἱοθεσίας.

Καὶ ὥσπερ ἴσμεν τὸ πνεῦμα τῆς προφητείας, ἀφ' οὗ ὁ ἔχων αὐτὸ προλέγει τὰ μέλλοντα, οὐκ οἰκείᾳ φθεγγόμενος διανοίᾳ, ἀλλ' ὑπὸ τῆς χάριτος κινούμενος· οὕτω δὴ καὶ πνεῦμα υἱοθεσίας, ἀφ' οὗ ὁ λαβὼν Πατέρα καλεῖ τὸν Θεὸν, ὑπὸ τοῦ Πνεύματος κινούμενος. Ὁ δὲ βουλόμενος δεῖξαι γνησιότητα, καὶ τῇ τῶν Ἑβραίων ἐχρήσατο γλώσσῃ· οὐ γὰρ εἶπε μόνον, Ὁ Πατὴρ, ἀλλ', Ἀββᾶ ὁ Πατὴρ, ὅπερ τῶν παίδων μάλιστά ἐστι τῶν γνησίων πρὸς πατέρα ῥῆμα.

Εἰπὼν τοίνυν τὴν ἀπὸ τῆς πολιτείας διαφορὰν, τὴν ἀπὸ τῆς χάριτος τῆς δεδομένης, τὴν ἀπὸ τῆς ἐλευθερίας, ἐπάγει καὶ ἑτέραν ἀπόδειξιν τῆς ὑπεροχῆς τῆς κατὰ τὴν υἱοθεσίαν ταύτην. Ποίαν δὴ ταύτην; Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, φησὶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ... Εἰ δὲ τέκνα, φησὶ, καὶ κληρονόμοι... Ἀλλ' οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τούτου μεῖζον τίθησι. Ποῖον δὴ τοῦτο; Ὅτι Θεοῦ κληρονόμοι· διὸ καὶ ἐπήγαγε· «Κληρονόμοι μὲν Θεοῦ.» Καὶ τὸ ἔτι πλέον, ὅτι οὐχ ἁπλῶς κληρονόμοι, ἀλλὰ καὶ συγκληρονόμοι Χριστοῦ.

Ὁρᾷς πῶς φιλονεικεῖ ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ Δεσπότου; Ἐπειδὴ γὰρ οὐ πάντα τὰ τέκνα κληρονόμοι, δείκνυσιν ὅτι ἡμεῖς καὶ τέκνα καὶ κληρονόμοι. Ἐπεὶ δὲ οὐ πάντες κληρονόμοι μεγάλων εἰσὶ κληρονόμοι πραγμάτων, δείκνυσιν ὅτι καὶ τοῦτο ἔχομεν, κληρονόμοι ὄντες Θεοῦ. Πάλιν ἐπειδὴ κληρονόμον μὲν εἶναι συμβαίνει Θεοῦ, οὐ πάντως δὲ τῷ Μονογενεῖ συγκληρονόμον, δείκνυσιν ἡμᾶς καὶ τοῦτο ἔχοντας. Καὶ σκόπει σοφίαν· τὰ γὰρ λυπηρὰ συστείλας, ἡνίκα ἔλεγε, τί πείσονται οἱ κατὰ σάρκα ζῶντες, οἷον, ὅτι μέλλουσιν ἀποθνήσκειν, ἐπειδὴ τῶν  χρηστοτέρων ἥψατο, εἰς εὐρυχωρίαν πολλὴν ἐξάγει τὸν λόγον, ἐμπλατύνων αὐτὸν τῇ τῶν μισθῶν ἀνταποδόσει, καὶ ποικίλας καὶ μεγάλας δεικνὺς τὰς δωρεάς. Εἰ γὰρ καὶ τὸ τέκνον εἶναι, ἄφατος ἦν ἡ χάρις, ἐννόησον ἡλίκον τὸ, καὶ κληρονόμον. Εἰ δὲ τοῦτο μέγα, πολλῷ μᾶλλον καὶ τὸ, συγκληρονόμον.

Εἶτα δεικνὺς, ὅτι οὐ χάριτος μόνον ἐστὶν ἡ δωρεὰ, καὶ ποιῶν ὁμοῦ καὶ ἀξιόπιστα τὰ εἰρημένα, ἐπήγαγεν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Εἰ γὰρ ἐν τοῖς λυπηροῖς, φησὶν, ἐκοινωνήσαμεν αὐτῷ, πολλῷ μᾶλλον ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. Ὁ γὰρ τοὺς οὐδὲν κατωρθωκότας τοσούτοις δωρησάμενος ἀγαθοῖς, ὅταν ἴδῃ καὶ πονήσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται;

GOSPELS FOR THE THREE CYCLES
*A* , *B* , *C*

Te Deum [English]
Prayer


MONDAY
Romans 8:18-39

λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ
πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται:
τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη,
οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφ' ἑλπίδι
ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς
εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.
       οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν:
       οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες
       ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι,
       τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.
       τῇ γὰρ ἐλπίδι ἐσώθημεν:
       ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς: ὃ γὰρ βλέπει τίς ἐλπίζει;
       εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα.
ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν:
τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν,
ἀλλὰ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις:
ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος,
ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
 
       οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν,
       τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
       ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ,
       εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς:
       οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν:
       καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν:
       οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.

τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν;
ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο,
ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν,
πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
       τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ;
       θεὸς ὁ δικαιῶν: τίς ὁ κατακρινῶν;
       Χριστὸς Ἰησοῦς ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθείς,
       ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
 
       τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;
       θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;
       καθὼς γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν,
       ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
       ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ
οὔτε ἄγγελοι οὔτε ἀρχαὶ
οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις
οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι
ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.

John Chrysostom, Homily 15 on Romans, 2 (PG 60, 542-543)

«Οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν.» Ἐδικαίωσε διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. «Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.» Ἐδόξασε διὰ τῆς χάριτος, διὰ τῆς υἱοθεσίας. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ὡς ἂν εἴποι· Μὴ τοίνυν λέγε μοι λοιπὸν περὶ τῶν κινδύνων, καὶ τῆς παρὰ πάντων ἐπιβουλῆς. Εἰ γὰρ καὶ τοῖς μέλλουσί τινες διαπιστοῦσιν, ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ οὐδὲν ἂν ἔχοιεν εἰπεῖν· οἷον, τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν.

Καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο· καὶ ὅπερ ἐνόμιζες αἰσχύνην εἶναι, τὸν σταυρὸν, τὰς μάστιγας, τὰ δεσμὰ, ταῦτά ἐστιν ἃ τὴν οἰκουμένην κατώρθωσεν ἅπασαν. Ὥσπερ οὖν οἷς αὐτὸς ἔπαθε, καίτοι γε σκυθρωποῖς εἶναι δοκοῦσι, τούτοις εἰς ἐλευθερίαν καὶ σωτηρίαν τῆς φύσεως ἀπεχρήσατο πάσης· οὕτω καὶ ἐν οἷς αὐτὸς ὑπομένεις ποιεῖν εἴωθεν, εἰς δόξαν σου καὶ εὐδοκίμησιν τοῖς σοῖς ἀποχρώμενος πάθεσιν.

Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Τίς γὰρ οὐ καθ' ἡμῶν; φησί. Καὶ γὰρ ἡ οἰκουμένη καθ' ἡμῶν, καὶ τύραννοι καὶ δῆμοι καὶ συγγενεῖς καὶ πολῖται· ἀλλ' ὅμως οὗτοι οἱ καθ' ἡμῶν τοσοῦτον ἀπέχουσιν ἐπηρεάζειν ἡμῖν, ὅτι καὶ ἄκοντες στεφάνων ἡμῖν αἴτιοι γίνονται, καὶ μυρίων ἀγαθῶν πρόξενοι, τῆς τοῦ Θεοῦ σοφίας τὰς ἐπιβουλὰς εἰς τὴν ἡμετέραν σωτηρίαν καὶ δόξαν τρεπούσης.

Ὁρᾷς πῶς οὐδεὶς καθ' ἡμῶν; Καὶ γὰρ τὸν Ἰὼβ τοῦτο λαμπρότερον ἐποίησε, τὸ ὁπλισθῆναι κατ' αὐτοῦ τὸν διάβολον. Καὶ γὰρ καὶ φίλους κατ' αὐτοῦ, καὶ γυναῖκα κατ' αὐτοῦ, καὶ τραύματα καὶ οἰκέτας καὶ μυρία ἕτερα ὁ διάβολος ἐκίνησε μηχανήματα· καὶ οὐδὲν ὅμως κατ' αὐτοῦ γέγονε. Καὶ οὔπω τοῦτο αὐτῷ μέγα, καίτοι σφόδρα μέγα ὂν, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, ὅτι καὶ ὑπὲρ αὐτοῦ πάντα ἐξέβη. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἦν ὑπὲρ αὐτοῦ, καὶ τὰ κατ' αὐτοῦ δοκοῦντα εἶναι, ὑπὲρ αὐτοῦ πάντα ἐγένετο.

Τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων συνέβη. Καὶ γὰρ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἐξ ἐθνῶν καὶ οἱ ψευδάδελφοι καὶ οἱ ἄρχοντες καὶ οἱ δῆμοι καὶ λιμοὶ καὶ πενίαι καὶ μυρία κατ' αὐτῶν ἦν, καὶ οὐδὲν κατ' αὐτῶν. Τὰ γὰρ μάλιστα ποιήσαντα αὐτοὺς λαμπροὺς καὶ περιφανεῖς, καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις ἐπαινετοὺς, ταῦτά ἐστιν... Διὰ τοῦτό φησιν· «Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν;»

Εἶτα, οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις, τὸ μέγιστον σημεῖον τῆς περὶ ἡμᾶς ἀγάπης, καὶ ὃ συνεχῶς ἀεὶ περιστρέφει, τοῦτο καὶ ἐνταῦθα τίθησι, τὴν σφαγὴν τοῦ Παιδός. Οὐ γὰρ ἐδικαίωσε, φησὶ, μόνον καὶ ἐδόξασε καὶ συμμόρφους ἐποίησε τῆς εἰκόνος ἐκείνης, ἀλλ' οὐδὲ τοῦ Παιδὸς ἐφείσατο διὰ σέ. Διὸ καὶ ἐπήγαγε, λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;. Καὶ μεθ' ὑπερβολῆς καὶ πολλῆς τῆς θερμότητος ταῖς λέξεσι κέχρηται, ἵνα αὐτοῦ ἐνδείξηται τὴν ἀγάπην. Πῶς οὖν ἡμᾶς προήσεται, ὑπὲρ ὧν τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτὸν πάντων; Ἐννόησον γὰρ πόσης ἀγαθότητος τὸ καὶ τοῦ ἰδίου Υἱοῦ μὴ φείσασθαι, ἀλλὰ καὶ ἐκδοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν καὶ ἀγνωμόνων καὶ ἐχθρῶν καὶ βλασφήμων. Πῶς οὖν οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ τὸν Υἱὸν αὐτοῦ ἐχαρίσατο, καὶ οὐχ ἁπλῶς ἐχαρίσατο, ἀλλὰ καὶ σφαγῇ παρέδωκε, τί λοιπὸν περὶ τῶν ἄλλων ἀμφιβάλλεις, τὸν Δεσπότην λαβών; τί διστάζεις περὶ τῶν κτημάτων, τὸν Κύριον ἔχων; Ὁ γὰρ τὸ μεῖζον τοῖς ἐχθροῖς δεδωκὼς, πῶς τὰ ἐλάττονα οὐ δώσει τοῖς φίλοις;.


TUESDAY
Romans 9:1-18

ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι,
συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ,
ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.
ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ
ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα,
οἵτινές εἰσιν Ἰσραηλῖται,
ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,
ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα:
ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
       οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ.
       οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ:
       οὐδ' ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα,
       ἀλλ', ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
       τοῦτ' ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ,
       ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα:
       ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος,
       κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
       οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν:
       μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον,
       ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ,
       οὐκ ἐξ ἔργων ἀλλ' ἐκ τοῦ καλοῦντος,
       ἐρρέθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι:
       καθὼς γέγραπται, τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.
             τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο:
             τῷ Μωϋσεῖ γὰρ λέγει, ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.
             ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.
             λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε
             ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου,
             καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
             ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.

Cyril of Alexandria, Commentary on John, Liber 10 (PG 74, 386-387)

Γέγραπται τοίνυν ἐν βίβλῳ Μωυσέως, ὅτι πεπίστευκε μὲν Ἁβραὰμ τῷ Θεῷ, πλὴν ἡ πίστις αὐτῷ λελόγισται εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. καὶ τίς ὁ τῆς πίστεως τρόπος, ἢ πῶς ἄρα φίλος ἐκλήθη Θεοῦ; ἤκουσεν «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.» ἀλλὰ καὶ ὅτε τὸν μονογενῆ προσετάττετο θύειν εἰς τύπον Χριστοῦ, τὸν ἐν τῷ Θεῷ κεκρυμμένον ἐδιδάσκετο σκοπόν· καὶ γοῦν ὁ Σωτὴρ ἔφη περὶ αὐτοῦ τοῖς ἀνοσίοις Ἰουδαίοις προσλαλῶν «Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη.»

οὐκοῦν δι' ὑπακοῆς καὶ θυσίας ὁ θεσπέσιος Ἁβραὰμ φίλος ἐκλήθη Θεοῦ, καὶ τὸ τῆς δικαιοσύνης ἀνεδύσατο καύχημα· καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ θείων ἠξιώθη λόγων, καὶ βουλὴν ἔγνω Θεοῦ, τὴν ἐπ' ἐσχάτοις γενομένην καιροῖς.

ἐπὶ συντελείᾳ γὰρ τῶν αἰώνων ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Χριστὸς, τὸ ἱερὸν ὄντως καὶ ἅγιον θῦμα τὸ αἶρον τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀλλ' ὅρα μοι πάλιν τὰ ἴσα πληρούμενα καὶ ἐπὶ τῶν διὰ πίστεως εἰς φιλίαν ἀναβαινόντων τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· ἤκουσαν καὶ αὐτοί «Ἔξελθε ἐκ τῆς γῆς σου.» καὶ ὅτι δεδράκασι προθύμως, ἄκουε τί φασιν «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν· ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» μέτοικοι γάρ εἰσι καὶ παρεπίδημοι ἐπὶ τῆς γῆς, τοῖς ἄνω πολιτευόμενοι, καὶ τὴν μὲν ἐνεγκοῦσαν ἀφέντες, ὅσον ἧκεν εἰπεῖν εἰς φρόνημα τὸ φιλόθεον, γλιχόμενοι δὲ τῆς ἄνω μονῆς. ταύτην γὰρ αὐτοῖς ὁ Σωτὴρ ὑπέδειξε λέγων «Πορεύομαι καὶ ἑτοιμάσω τόπον ὑμῖν· ὅτε δὲ ἔλθω, παραλήψομαι ὑμᾶς μετ' ἐμαυτοῦ, ἵνα «ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.» ἤκουσαν ἐξελθεῖν ἀπὸ τῆς συγγενείας αὐτῶν.

καὶ πῶς τοῦτο δείξομεν; αὐτόν σοι παροίσομεν λέγοντα τὸν Χριστόν «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος.» ὅτι δὲ συγγενείας τῆς ἐπιγείου καὶ σαρκικῆς προτετίμηται τὰ παρὰ Θεοῦ, καὶ πολὺ δὴ κρείττων ἡ εἰς Χριστὸν ἀγάπη τέθειται, παρά γε τοῖς σεβομένοις αὐτὸν ἀληθῶς οὐκ ἀμφίλογον. καὶ ὁ μὲν μακάριος Ἁβραὰμ τὸν ἴδιον υἱὸν εἰς ὀσμὴν εὐωδίας προσαγαγεῖν τῷ Θεῷ διεκελεύετο· οἱ δὲ τὴν ἐν πίστει δικαιοσύνην περιζωσάμενοι, οὐχ ἑτέρους προσαγαγεῖν, ἀλλ' ἑαυτοὺς ἐκελεύσθησαν· «παραστήσατε» γάρ φησι «τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·» ὅτε καὶ γέγραπται περὶ αὐτῶν «Οἱ γὰρ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.»

ἔγνωσαν δὲ καὶ αὐτοὶ τὸ ἐν Χριστῷ μυστήριον. ἴσασι γὰρ «δυνάμεις μέλλοντος αἰῶνος,» καὶ τὰ ἐν ἐσχάτοις ἐσόμενα καιροῖς, ὅτι τῶν ἰδίων ἀπολήψονται πόνων τοὺς μισθοὺς, καὶ τῆς εἰς Χριστὸν εὐσεβείας ἀντικομιοῦνται τὴν ἀμοιβήν. οὐκοῦν δίκαιοί τε καὶ φίλοι Θεοῦ χρηματιοῦμεν, καθάπερ Ἁβραάμ.


WEDNESDAY
Romans 9:19-33

                   ἐρεῖς μοι οὖν, τί οὖν ἔτι μέμφεται;
                   τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;
                   ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;
                   μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως;
                   ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ
                   ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;
                   εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ
                   ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,
                   καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους,
                   ἃ προητοίμασεν εἰς δόξαν,
                   οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;
             ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει, καλέσω τὸν οὐ λαόν μου λαόν μου
             καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην:
             καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς,
             ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.
             Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ,
             ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται:
             λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς.
             καὶ καθὼς προείρηκεν Ἠσαΐας,
             εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
             ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
       τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην,
       δικαιοσύνην δὲ τὴν ἐκ πίστεως:
       Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν.
       διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ' ὡς ἐξ ἔργων:
       προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται,
       ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου,
       καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.

Augustine of Hippo, Commentary on Galatians Liber 1:27-28 (CSEL 84, 92-94)

Itaque lex, inquit, paedagogus noster fuit in christo, hoc est quod ait: sub lege custodiebamur conclusi in ea. posteaquam uenit fides, iam non sumus sub paedagogo. eos ergo nunc reprehendit, qui faciunt irritam gratiam christi, quasi enim nondum uenerit, qui uocaret in libertatem, sic adhuc uolunt esse sub paedagogo.

quod autem filios dei dicit esse omnes per fidem, quia induerunt christum quicumque in christo baptizati sunt, ad hoc ualet, ne gentes de se desperarent, quia non custodiebantur sub paedagogo, et ideo se filios non putarent, sed per fidem induendo christum omnes fiunt filii non natura, sicut unicus filius, qui etiam sapientia dei est, neque praepotentia et singularitate susceptionis ad habendam naturaliter et agendam personam sapientiae sicut ipse mediator unum cum ipsa suscipiente sapientia sine interpositione alicuius mediatoris effectus, sed filii fiunt participatione sapientiae id praeparante atque praestante mediatoris fide. quam fidei gratiam nunc indumentum uocat, ut christum induti sint, qui in eum crediderunt et ideo filii dei fratres que eius mediatoris effecti sunt.

in qua fide non est distantia iudaei neque graeci, non serui neque liberi, non masculi et feminae, in quantum enim omnes fideles sunt, omnes unum sunt in christo iesu. et si hoc facit fides, per quam in hac uita iuste ambulatur, quanto perfectius atque cumulatius id species ipsa factura est, cum uidebimus facie ad faciem?

nam nunc quamuis primitias habentes spiritus, qui uita est, propter iustitiam fidei, tamen quia adhuc mortuum est corpus propter peccatum, differentia ista uel gentium uel conditionis uel sexus iam quidem ablata est ab unitate fidei, sed manet in conuersatione mortali eius que ordinem in huius uitae itinere seruandum esse et apostoli praecipiunt, qui etiam regulas saluberrimas tradunt, quemadmodum se cum uiuant pro differentia gentis iudaei et graeci et pro differentia conditionis domini et serui et pro differentia sexus uiri et uxores, uel si qua talia cetera occurrunt, et ipse prior dominus, qui ait: reddite caesari, quae caesaris sunt, et deo, quae dei sunt.

alia sunt enim, quae seruamus in unitate fidei sine ulla distantia et alia in ordine uitae huius tamquam in uia, ne nomen dei et doctrina blasphemetur. et hoc non solum propter iram ut effugiamus offensionem hominum, sed etiam propter conscientiam, ut non simulate quasi ad oculos hominum ista faciamus, sed pura dilectionis conscientia propter deum, qui omnes homines uult saluos fieri et in agnitionem ueritatis uenire. omnes ergo, inquit, uos unum estis in christo iesu et addidit: si autem, ut hic subdistinguatur et subaudiatur, uos unum estis in christo iesu ac deinde inferatur: ergo abrahae semen estis, ut iste sit sensus: omnes ergo uos unum estis in christo iesu, si autem uos unum estis in christo iesu, uos ergo abrahae semen estis. superius enim dixerat: non dicit: et seminibus tamquam in multis sed tamquam in uno et semini tuo, quod est christus. hic ergo ostendit unum semen christum, non tantum ipsum mediatorem intelligendum esse uerum etiam ecclesiam, cuius ille corporis caput est, ut omnes in christo unum sint et capiant secundum promissionem hereditatem per fidem, in quam conclusus erat, id est in cuius aduentum tamquam sub paedagogo custodiebatur populus usque ad aetatis opportunitatem, qua in libertatem uocandi erant, qui in eodem populo secundum propositum uocati sunt, id est qui in illa area frumentum inuenti sunt.


THURSDAY
Romans 10:1-21

ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας
καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν,
ἀλλ' οὐ κατ' ἐπίγνωσιν:
ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην
ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν:
τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

       Μμωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου
       ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.
       ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει,
       μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;
       τοῦτ' ἔστιν Χριστὸν καταγαγεῖν:
       ἤ, τίς καταβήσεται εἰς τὴν ἄβυσσον;
       τοῦτ' ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
       ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν,
       ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου:
       τοῦτ' ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
       ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν,
       καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ:
       καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
       λέγει γὰρ ἡ γραφή, πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.
       οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος,
       ὁ γὰρ αὐτὸς κύριος πάντων,
       πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν:
       πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
             πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν;
             πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν;
             πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;
             πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν;
             καθὼς γέγραπται, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.
             ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ:
             Ἠσαΐας γὰρ λέγει, κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
             ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.
             ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν;
             μενοῦνγε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
             καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
             ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω;
             πρῶτος Μωϋσῆς λέγει, ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει,
             ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
             Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν,
             ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
             πρὸς δὲ τὸν Ἰσραὴλ λέγει,
             ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

Ambrose of Milan, Letter 29, 6-9 (PL 16, 1100-1101)

Quam speciosi pedes evangelizantium pacem, evangelizantium bona! Qui sunt qui evangelizant nisi Petrus, nisi Paulus, nisi omnes apostoli? Quid evangelizant nobis nisi dominum Iesum? Hic est pax nostra, hic est bonum illud summum, quia ipse bonus ex bono; ex arbore enim bona bonus fructus legitur. Denique et spiritus eius bonus, qui 'ex ipso accipit', et deducit dei servulos in viam rectam.

Quis autem habens spiritum dei in se neget bonum, cum ipse dicat: An oculus tuus nequam est, quia ego bonus sum? Hoc 'bonum' veniat in animam nostram, in nostrae mentis viscera, quod propitius 'deus dat petentibus se'. Hic est thensaurus noster, hic est via nostra, hic est sapientia nostra, iustitia nostra, pastor noster et pastor bonus, hic est vita nostra. Vides quanta bona in uno bono. Haec bona nobis praedicant evangelistae...

Ipse est ergo dominus Iesus bonum summum, quod nobis adnuntiatum a prophetis, praedicatum ab angelis, promissum a patre, evangelizatum est ab apostolis. Qui nobis tamquam maturitas advenit, nec solum tamquam maturitas, sed tamquam maturitas in montibus adest, ut nihil acerbum, nihil inmaturum in nostris consiliis sit, nihil inmite, nihil asperum in operibus ac moribus. Qui primus evangelizans bona adfuit, unde et ait: Ipse qui loquebar adsum, id est: Qui loquebar in prophetis, adsum in corpore, quod suscepi ex virgine, adsum interior imago dei, character substantiae, et adsum ut homo. Sed quis cognoscit me? Hominem enim viderunt, sed 'operibus supra hominem crediderunt'...

Ad illum igitur properemus, in quo summum est bonum, quoniam ipse est bonitas, ipse patientia Istrahel qui ad paenitentiam te vocat, ne venias in iudicium, sed accipias peccatorum remissionem. Agite, inquit, paenitentiam! Ipse est de quo clamat Amos propheta: Exquirite bonum! Ipse est summum bonum, qui 'nullius indiget' et abundat omnibus. Facile abundat in quo plenitudo divinitatis habitat corporaliter. Facile abundat, de cuius plenitudine omnes accepimus et in illo repleti sumus, [ut] dicit evangelista.


FRIDAY
Romans 11:1-10

       λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο:
       καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Bενιαμίν.
       οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.
       ἢ οὐκ οἴδατε ἐν Hλίᾳ τί λέγει ἡ γραφή;
       ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ,
       κύριε, τοὺς προφήτας σου ἀπέκτειναν,
       τὰ θυσιαστήριά σου κατέσκαψαν,
       κἀγὼ ὑπελείφθην μόνος,
       καὶ ζητοῦσιν τὴν ψυχήν μου.
       ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός;
       κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας,
       οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Bάαλ.
       οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν:
       εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.
       τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν:
       οἱ δὲ λοιποὶ ἐπωρώθησαν,
       καθὼς γέγραπται, ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως,
       ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν,
       ἕως τῆς σήμερον ἡμέρας.
       καὶ Dαυὶδ λέγει, γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα
       καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς,
       σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,
       καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.

Cyril of Alexandria, Commentary on Isaiah, Liber 4:1 (PG 70, 890-891)

Ὑπισχνεῖται γὰρ τῇ ἐξ ἐθνῶν τε καὶ Ἰουδαίων συνεγηγερμένῃ συναγωγῇ, ἤγουν ἐκκλησίᾳ, συγκομίζειν ἅπαντας τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ ἐκ Βοῤῥᾶ, καὶ Λιβὸς, ἤτοι Νότου, ἵνα ἐντεῦθεν ἐννοῇς τὸ ἐκ παντὸς κλίματος τῆς ὑπ' οὐρανόν...

Ὀνομάζων δὲ υἱοὺς, καὶ θυγατέρας ἐκ τῶν τεσσάρων τρέχοντας κλιμάτων, τῆς Χριστοῦ παρουσίας ἐμφανῆ καθίστησι τὸν καιρὸν, καθ' ὃν δέδοται τοῖς ἐπὶ τῆς γῆς τῆς υἱοθεσίας ἡ χάρις δι' ἁγιασμοῦ ἐν Πνεύματι. Ὅτι δὲ οὐκ ἔθνους ἑνὸς, κοινὴ δὲ καὶ μία πάντων γέγονεν ἡ κλῆσις, ὑπέφηνεν εἰπὼν, Πάντας, ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. Ὠνομάσμεθα γὰρ Χριστιανοὶ, ἤτοι λαὸς Θεοῦ. Οὕτω γάρ που καὶ ὁ Πέτρος τοῖς κεκλημένοις διὰ τῆς πίστεως ἐπιστέλλει καί φησιν· «Ὑμεῖς δὲ, γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα· ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ»...

Ἀνεκαινίσθημεν γὰρ ἐν Χριστῷ, δι' ἁγιασμοῦ πρὸς τὸ ἀρχαῖον τῆς φύσεως ἀναφοιτήσαντες κάλλος, τὸ κατ' εἰκόνα δηλονότι τοῦ ἐκ τῆς ἁμαρτίας, καὶ ἁπάσης φαυλότητος ἀποβαλόντες παλαίωσιν· ἀπεδυσάμεθα δὲ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνεδυσάμεθα τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Πλὴν ἐν Χριστῷ γέγονεν ὁ ἀναπλασμὸς καὶ ἡ καλουμένη καινὴ κτίσις, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς ἐσχήκαμεν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ μένοντος.

Τὸν τοίνυν λαὸν τὸν ἐκ τεσσάρων τῆς ὑπ' οὐρανὸν κλιμάτων συνειλεγμένον ἐπικληθέντα τε τῷ ὀνόματί μου οὐχ ἕτερός τις, ἀλλ' ἐγὼ μᾶλλον ἐν τῇ δόξῃ μου κατεσκεύασα, καὶ ἔπλασα, καὶ ἐποίησα· καὶ δόξαν μὲν εἶναι τοῦ Θεοῦ, καὶ Πατρὸς φαίη ἄν τις τὸν Υἱὸν, δι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ δοξάζεται, καὶ κατά γε τὸ, Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, παρ' αὐτοῦ σαφῶς εἰρημένον. Πεπλᾶσθαι γὰρ, ὡς ἔφην, δι' αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας διαβεβαιούμεθα, τῇ πρὸς αὐτὸν συμμορφίᾳ τὸ τῆς θείας φύσεως κάλλος ἐναστράπτον ἔχοντας ταῖς ἑαυτῶν ψυχαῖς.

Ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ψαλμῳδός· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» Προστιθεὶς δὲ τούτοις, ὅτι Καὶ λαὸν ἐξήγαγον τυφλὸν, τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐπέκεινα λόγου παντὸς καὶ ἀξιάγαστον ὄντως ὑπεροχὴν καθίστησιν ἐναργῆ. Τοὺς γάρ τοι πάλαι τὴν ἐκ διαβολικῆς σκαιότητος ἀχλὺν καὶ ἀπάτην εἰς νοῦν ἔχοντας καὶ καρδίαν, λαμπροὺς ἀπέφηνε καὶ κατηυγασμένους, ἑωσφόρος οἷά τις, καὶ δικαιοσύνης ἥλιος ἀνίσχων αὐτοῖς, καὶ υἱοὺς ἀποφήνας, οὐκέτι νυκτὸς καὶ σκότους, φωτὸς δὲ μᾶλλον, καὶ μὴν καὶ ἡμέρας, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν.


SATURDAY
Romans 11:11-24

λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο:
ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν,
πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν.
ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν.
ἐφ' ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.
εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου,
τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα:
καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
       εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν,
       σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς
       καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
       μὴ κατακαυχῶ τῶν κλάδων:
       εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ.
             ἐρεῖς οὖν, ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.
             καλῶς: τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας.
             μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ:
             εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο,
             μή πως οὐδὲ σοῦ φείσεται.
             ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ:
             ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία, ἐπὶ δὲ σὲ χρηστότης θεοῦ,
             ἐὰν ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
       κἀκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται:
       δυνατὸς γάρ ἐστιν ὁ θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς.

Vatican II, Ad gentes, 4-5

Ipse autem Dominus Iesus, priusquam vitam suam libere pro mundo poneret, ita apostolicum ministerium disposuit et Spiritum Sanctum mittendum promisit, ut ambo consociarentur in opere salutis ubique et semper ad effectum adducendo.

Spiritus Sanctus Ecclesiam totam per omnia tempora "in communione et ministratione unificat, diversis donis hierarchicis et charismaticis instruit", ecclesiastica instituta quasi anima eorum vivificando et eundem missionis animum, quo ipse Christus actus fuerat, in cordibus fidelium instillando. Aliquando etiam actionem apostolicam visibiliter praevenit, sicut eam variis modis indesinenter comitatur et dirigit.

Dominus Iesus, inde ab initio "vocavit ad Se quos voluit Ipse ... et fecit ut essent duodecim cum Illo et ut mitteret eos praedicare". Sic Apostoli fuerunt novi Israel germina simulque sacrae hierarchiae origo.

Deinde, cum semel, morte et resurrectione sua, complevisset in seipso mysteria salutis nostrae et renovationis universorum, Dominus omnem potestatem adeptus in caelo et in terra, priusquam assumeretur in caelum, Ecclesiam suam ut sacramentum salutis fundavit, apostolosque in universum mundum misit sicut et ipse missus fuerat a Patre, mandans eis: "Euntes ergo docete omnes gentes, baptizantes eos in nomine Patris, et Filii, et Spiritus Sancti, docentes eos servare omnia quaecumque mandavi vobis" (Mt. 28, 19-20). "Euntes in mundum universum praedicate evangelium omni creaturae. Qui crediderit et baptizatus fuerit, salvus erit; qui vero non crediderit, condemnabitur" (Mc. 16, 15). Inde Ecclesiae officium incumbit propagandi fidem salutemque Christi, tum virtute expressi mandati, quod ab Apostolis haereditavit Ordo Episcoporum cui assistunt Presbyteri, una cum Successore Petri Ecclesiaeque Summo Pastore, tum virtute vitae quam membris suis influit Christus, "ex quo totum corpus compactum et connexum per omnem iuncturam subministrationis, secundum operationem in mensuram uniuscuiusque membri, augmentum corporis facit in aedificationem sui in caritate" (Eph. 4, 16).

Missio ergo Ecclesiae adimpletur operatione qua, mandato Christi oboediens et Spiritus Sancti gratia caritateque mota, omnibus hominibus vel gentibus pleno actu praesens fit, ut eos, exemplo vitae et praedicatione, sacramentis ceterisque gratiae mediis ad fidem, libertatem et pacem Christi adducat, ita ut eis via libera ac firma patefiat ad plene participandum mysterium Christi.