ORDINARY TIME: EVEN YEARS

WEEK 27

SUNDAY
Sirach 1:1-20

1 Πᾶσα σοφία παρὰ κυρίου                καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.

2 ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ               καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;

3 ὕψος οὐρανοῦ καὶ πλάτος γῆς                καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;

4 προτέρα πάντων ἔκτισται σοφία               καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.

6 ῥίζα σοφίας τίνι ἀπεκαλύφθη;                καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;

8 εἷς ἐστιν σοφός, φοβερὸς σφόδρα,                καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.

9 κύριος αὐτὸς ἔκτισεν αὐτὴν                καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτὴν               καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,

10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ,               καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.

11 Φόβος κυρίου δόξα καὶ καύχημα               καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.

12 φόβος κυρίου τέρψει καρδίαν               καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.

13 τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ' ἐσχάτων,               καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται.

14 Ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον,               καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς.

15 μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν                καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.

16 πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον               καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·

17 πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιθυμημάτων                καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.

18 στέφανος σοφίας φόβος κυρίου                ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως.

19 καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν,                ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν                καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν.

20 ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον,               καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.

Origen, Prayer, 10-11 (PG 11, 446)

Ἔτι δὲ διά τε τῆς προειρημένης καθαρεύσεως καὶ τῆς εὐχῆς τοῦ μέσον καὶ τῶν μὴ γινωσκόντων αὐτὸν ἑστηκότος λόγου θεοῦ, οὐδενὸς ἀπολειπομένου τῆς εὐχῆς, μεθέξει, συνευχομένου πρὸς τὸν πατέρα τῷ ὑπ' αὐτοῦ μεσιτευομένῳ. «ἀρχιερεὺς» γὰρ τῶν προσφορῶν ἡμῶν καὶ πρὸς τὸν πατέρα «παράκλητός» ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, εὐχόμενος ὑπὲρ τῶν εὐχομένων καὶ συμπαρακαλῶν τοῖς παρακαλοῦσιν, οὐκ ἂν ὡς ὑπὲρ οἰκείων εὐξόμενος τῶν μὴ δι' αὐτοῦ συνεχέστερον εὐχομένων οὐδ' ἂν ὡς ὑπὲρ ἤδη ἰδίων «παράκλητος» ἐσόμενος πρὸς τὸν θεὸν τῶν μὴ πειθομένων ταῖς εἰς «τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν» διδασκαλίαις...

Οὐ μόνος δὲ ὁ ἀρχιερεὺς τοῖς γνησίως εὐχομένοις συνεύχεται ἀλλὰ καὶ οἱ «ἐν οὐρανῷ» χαίροντες ἄγγελοι «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἳ οὐ χρείαν ἔχουσι μετανοίας,» αἵ τε τῶν προκεκοιμημένων ἁγίων ψυχαί. ἅτινα δηλοῦται, Ῥαφαὴλ μὲν προσφέροντος περὶ Τωβὴτ καὶ Σάῤῥας λογικὴν ἱερουργίαν τῷ θεῷ...

μία δὲ κυριωτάτη τῶν ἀρετῶν κατὰ τὸν θεῖον λόγον ἐστὶν ἡ πρὸς τὸν πλησίον ἀγάπη· ἣν πολλῷ μᾶλλον προσεῖναι τοῖς προκεκοιμημένοις ἁγίοις πρὸς τοὺς ἐν βίῳ ἀγωνιζομένους ἀναγκαῖον νοεῖν παρὰ τοὺς ἐν τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ τυγχάνοντας καὶ συναγωνιζομένους τοῖς ὑποδεεστέροις, οὐ μόνον ἐνταῦθα τοῦ «εἰ πάσχει μέλος ἓν, συμπάσχει πάντα τὰ μέλη· καὶ εἰ δοξάζεται μέλος ἓν, συγχαίρει πάντα τὰ μέλη» τοῖς φιλαδέλφοις ἐγγινομένου· πρέπον γάρ ἐστι καὶ τῇ τῶν ἔξω τῆς παρούσης ζωῆς ἀγάπῃ λέγειν· «ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» καὶ ταῦτα τοῦ Χριστοῦ ὁμολογοῦντος καθ' ἕκαστον τῶν ἀσθενούντων ἁγίων ἀσθενεῖν ὁμοίως καὶ «ἐν φυλακῇ» εἶναι καὶ γυμνιτεύειν ξενιτεύειν τε καὶ πεινᾶν καὶ διψᾶν...

τίς γὰρ ἀγνοεῖ τῶν ἐντυγχανόντων τῷ εὐαγγελίῳ τῇ ἐφ' ἑαυτὸν ἀναφορᾷ τῶν συμβαινόντων τοῖς πιστεύουσι λογιζόμενον τὸν Χριστὸν ἴδια εἶναι παθήματα; εἰ δὲ «ἄγγελοι» τοῦ θεοῦ προσελθόντες τῷ Ἰησοῦ «διηκόνουν αὐτῷ,» καὶ μὴ πρέπον ἐστὶν ἡμᾶς πρὸς ὀλίγον χρόνον νοεῖν γεγονέναι τὴν τῶν ἀγγέλων πρὸς τὸν Ἰησοῦν διακονίαν τῆς σωματικῆς αὐτοῦ παρὰ ἀνθρώποις ἐπιδημίας, καὶ αὐτοῦ ἔτι «ἐν μέσῳ» τῶν πιστευόντων οὐχ ὡς ἀνακειμένου ἀλλὰ ὡς διακονοῦντος· πόσους εἰκὸς ἀγγέλους διακονοῦντας τῷ Ἰησοῦ, βουλομένῳ συνάγειν «τοὺς υἱοὺς Ἰσραὴλ» «κατὰ ἕνα ἕνα» καὶ ἀθροίζειν τοὺς ἀπὸ τῆς διασπορᾶς τούς τε φοβουμένους καὶ ἐπικαλουμένους σῴζοντι, μᾶλλον τῶν ἀποστόλων συνεργεῖν τῇ αὐξήσει καὶ τῷ πληθυσμῷ τῆς ἐκκλησίας...

καὶ παρ' αὐτὸν οὖν τὸν καιρὸν τῆς εὐχῆς ὑπομιμνησκόμενοι ὑπὸ τοῦ εὐχομένου, ὧν δεῖται ὁ εὐχόμενος, ἃ δύνανται ὡς καθολικὴν εἰληφότες ἐντολὴν ἐπιτελοῦσι... δῆλον δὴ ὅτι καὶ οὗτος τὰ τῆς εὐχῆς ἐκπληρώσει τῷ πένητι, ὑπηρέτης γινόμενος τῆς πατρικῆς βουλῆς [τοῦ] συναγαγόντος κατὰ τὸν καιρὸν τῆς εὐχῆς τὸν παρασχεῖν δυνάμενον ἐπὶ τὸ αὐτὸ τῷ εὐξομένῳ, διὰ τὸ δεξιὸν τῆς προαιρέσεως μὴ δυνάμενον παρορᾶν τὸν δεδεημένον τῶνδέ τινων. ὥσπερ οὖν ταῦτα οὐ κατὰ συντυχίαν νομιστέον γίνεσθαι, ὅτε γίνεται, τοῦ ἠριθμηκότος πάσας τὰς τρίχας τῆς τῶν ἁγίων κεφαλῆς ἁρμονίως συναγαγόντος παρὰ τὸν καιρὸν τῆς εὐχῆς τὸν ὑπηρέτην ἐσόμενον τῷ δεομένῳ τῆς εὐποιΐας τῆς ἀπ' αὐτοῦ εἰσακούοντα, τῷ πιστῶς δεδεημένῳ· οὕτως ὑποληπτέον συνάγεσθαί ποτε τῶν ἐπισκοπούντων καὶ λειτουργούντων τῷ θεῷ ἀγγέλων παρουσίαν τῷδέ τινι τῶν εὐχομένων, ἵνα συμπνεύσωσιν οἷς ὁ εὐχόμενος ἠξίωσεν. ἀλλὰ καὶ ὁ ἑκάστου ἄγγελος, «καὶ τῶν» ἐν τῇ ἐκκλησίᾳ «μικρῶν,» «διὰ παντὸς» βλέπων «τὸ πρόσωπον τοῦ πατρὸς» «τοῦ ἐν τοῖς οὐρανοῖς» καὶ ἐνορῶν τοῦ κτίσαντος ἡμᾶς τὴν θειότητα, συνεύχεταί τε ἡμῖν καὶ συμπράττει ἐν οἷς δυνατόν ἐστι περὶ ὧν εὐχόμεθα.

GOSPELS FOR THE THREE CYCLES
*A* , *B* , *C*

Te Deum [English]
Prayer


MONDAY
Sirach 2:1-18

1 Τέκνον, εἰ προσέρχῃ δουλεύειν κυρίῳ,                ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·

2 εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον                καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·

3 κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς,               ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου.

4 πᾶν, ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι               καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροθύμησον·

5 ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς               καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.

6 πίστευσον αὐτῷ, καὶ ἀντιλήμψεταί σου·               εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν.

7 Οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ                καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε.

8 οἱ φοβούμενοι κύριον, πιστεύσατε αὐτῷ,               καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.

9 οἱ φοβούμενοι κύριον, ἐλπίσατε εἰς ἀγαθὰ               καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἔλεος.

10 ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε·               τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη;

ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη;                ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;

11 διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος               καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

12 Οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις               καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.

13 οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει·                διὰ τοῦτο οὐ σκεπασθήσεται.

14 οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν·                καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος;

15 οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτοῦ,                καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.

16 οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ,               καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.

17 οἱ φοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν                καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.

18 ἐμπεσούμεθα εἰς χεῖρας κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων·               ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.

Origen, Prayer, 12-13 (PG 11, 451-455)

Πρὸς δὲ τούτοις δυνάμεως πεπληρωμένους νομίζω τοῦς λόγους τῆς ἁγίων εὐχῆς, μάλιστα ὅτε προσευχόμενοι, πνεύματι προσεύχονται καὶ τῷ νοῒ, φωτὶ ἀνατέλλοντι ἀπὸ τῆς τοῦ εὐχομένου διανοίας καὶ προϊόντι ἐκ στόματος αὐτοῦ, ὑπεκλύειν δυνάμει Θεοῦ τὸν ἐνιέμενον νοητὸν ἰὸν ἀπὸ τῶν ἀντικειμένων δυνάμεων τῷ ἡγεμονικῷ τῶν ἀμελούντων τοῦ εὔχεσθαι, καὶ τὸ, «Ἀδιαλείπτως προσεύχεσθε,» ἀκολούτως ταῖς τοῦ Ἰησοῦ προτροπαῖς εἰρημένον παρὰ τῷ Παύλῳ μὴ φυλαττόντων.

Ὡσπερεὶ γὰρ βέλος ἀπὸ τῆς τοῦ εὐχομένου ψυχῆς τῇ γνώσει καὶ τῷ λόγῳ ἢ τῇ πιστει πρόεισι ἀπὸ τοῦ ἁγίου, τιτρῶσκον ἐπὶ καθαιρέσει καὶ καταλύσει τὰ ἐχθρὰ τῷ Θεῳ πνεύματα, τοῖς τῆς ἁμαρτίας δεσμοῖς περιβάλειν ἡμᾶς θέλοντα. Ἀδιαλείπτως δὲ προσεύχεται, καὶ τῶν ἔργων τῆς ἀρετῆς, ἢ τῶν ἐντολῶν τῶν ἐπιτελουμένων εἰς εὐχῆς ἀναλαμβανομένων μέρος, ὁ συνάπτων τοῖς δέουσιν ἔργοις τὴν εὐχὴν, καὶ τῇ εὐχῇ τὰς πρεπούσας πράξεις· οὕτω γὰρ μόνως τὸ, «ἀδιαλείπτως προσεύχεσθε,» ἐκδέξασθαι δυνάμεθα ὡς δυνατὸν ὂν εἰρημένον, εἰ πάντα τὸν βίον τοῦ ἁγίου μίαν συναπτομένην μεγάλην εἴποιμεν εὐχήν· ἦς εὐχῆς μέρος ἐστὶ καὶ ἡ συνήθως ὀνομαζομένη εὐχὴ, οὐκ ἔλαττον τοῦ τρὶς ἑκάστης ἡμέρας ἐπιτελεῖσθαι ὀφείλουσιν· ἅπερ δῆλόν ἐστιν ἐκ τῶν κατὰ τὸν Δανιὴλ, τηλικούτου ἐπηρτημένου αὐτῷ κινδύνου, εὐχόμενον, τρὶς τῆς ἡμέρας...

καὶ τῆς τελευταίας δηλουμέης διὰ τοῦ· «Ἕπαρσις τῶν χειρῶν μου θυσία ἐσπερινή. Ἀλλ᾽ οὐδὲ τὸν τῆς νυκτὸς καιρὸν χωρὶς ταύτης τῆς εὐχῆς καθηκόντως διανύσομεν, τοῦ μὲν Δαυὶδ λέγοντος· «Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου·» τοῦ δὲ Παύλου, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εἴρηται, κατὰ τὸ μεσονύκτιον ἅμα τῷ Σἴλᾳ ἐν Φιλίπποις προσευχομένου καὶ ὑμνοῦντος τὸν Θεὸν, ὥστε ἐπακροᾶσθαι αὐτῶν καὶ τοὺς δεσμίους.

Εἰ δὲ Ἰησοῦς προσεύχεται, καὶ μὴ μάτην προσεύχεται τυγχάνων ὧν αἰτεῖ δια τοῦ εὔχεσθαι, τάχα οὐκ ἂν αὐτὰ εἰληφὼς χωρὶς εὐχῆς, τίς ἡμῶν ἀμελῇ τοῦ εὔχεσθαι; Μάρκος μὲν γάρ φησιν, ὅτι «Πρωῒ ἔννηχον λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθε εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο·» ὁ δὲ Λουκὰς· «Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· καὶ ἐν ἄλλοις· «Καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.» Ὁ δὲ Ἰωάννης εὐχὴν αὐτοῦ ἀναγράφει λέγων· «Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε· καὶ τό· «ᾜδειν δὲ ὅτι πάντοτέ μου ἀκούεις, παρὰ τῷ αὐτῷ ἀναγεγραμμένον, ὑπὸ τοῦ Κυρίου εἰρημένον, δηλοῖ ὅτι πάντοτε εὐχόμενος πάντοτε ἐπακούεται...

Ὅσοι δὲ, ἡμῶν πολλάκις μυριάδων άντικειμένης δυνάμεως καταστρατευομένων καὶ ἐξαφανίσαι ἀπὸ τῆς θείας ἡμᾶς πίστεως βουλομένων πολέμιοι διελύθησαν; θαῤῥησάντων ἡμῶν, ὅτι «οὗτοι έν ἅρμασιν, οὗτοι δὲ ἐν ἵπποις, ἀλλὰ ἡμεῖς ἐν ὀνόματι Κυρίου έπικαλούμενοι ὁρῶμεν ὅτι «ἀληθῶς ψευδὴς ἵππος εἰς σωτηρίαν»... Πολλάκις γὰρ καθ᾽ἕκαστον τῶν ἁγίων «τὰς μήλας τῶν λεόντων συνέθλασε Κύριος, καὶ ἐξουδενώθησαν ὡς ὕδωρ παραπορευόμενον.» Ἴσμεν δὲ πολλάκις φυγάδας προσταγμάτων Θεοῦ, καταποθέντας ὑπὸ τοῦ θανάτου πρότερον κατ᾽αὐτῶν ἰσχύσαντος, διὰ τὴν μετάνοιαν σωθέντας ἀπὸ τοῦ τηλικούτου κακοῦ, οὐκ ἀπεγνωκότας τὸ σώζεσθαι δύνασθαι ἤδη ἐν τῇ κοιλίᾳ τοῦ θανάτου κεκρατημένους...

Ταῦτα δέ μοι ἀναγκαιότατον μετὰ τὸν κατάλογον τῶν ὠφεληθέντων διὰ προσευχῆς εἰρῆσθαι νομίζω, ἀποτρέποντι τὴν πνευματικὴν καὶ τὴν ἐν Χριστῷ ζωὴν ποθοῦντας ἀπὸ τοῦ περὶ τῶν μικρῶν καὶ ἐπιγείων εὖχεσθαι, καὶ παρακαλοῦντι ἐπὶ τὰ μυστικὰ ὦν τύποι ἦσαν τὰ προειρημένα μοι, τοὺς ἐντυχόντας τῇδε τῇ γραφῇ.


TUESDAY
Sirach 3:1-16

1 Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα,            καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε·

2 ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις            καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ' υἱοῖς.

3 ὁ τιμῶν πατέρα ἐξιλάσκεται ἁμαρτίας,            4 καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.

5 ὁ τιμῶν πατέρα εὐφρανθήσεται             ὑπὸ τέκνων καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.

6 ὁ δοξάζων πατέρα μακροημερεύσει,             καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ·

                                                        מכבר אמו

7 καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.

8 ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ' αὐτοῦ·

בני במאמר ובמעשה כבד אביך       עבור ישיגוך כל ברכות

9 εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια.

ברכת אב תיסד שרש         וקללת אם תנתש נטע

10 μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστίν σοι δόξα πατρὸς ἀτιμία·

אל תתכבד בקלון אביך       כי לא כבוד הוא לך

11 ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.

כבוד איש כבוד אביו          ומרבה חטא מקלל אמו

12 τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ·

בני התחזק בכבוד אכיך       ואל תעזבהן כל ימי חייך

13 κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου.

וגם אם יחסר מדעו עזוב לו          ואל תכלים אותו כל ימי חייו

14 ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται          καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι.

צדקת אב לא תמחה (c תשכח)          ותמור חטאת תנתע (c ותחת ענותו תתנצ [ב])

15 ἐν ἡμέρᾳ θλίψεώς σου ἀναμνησθήσεταί σου·          ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι.

ביום צרה תזכר לך          כחס על כפור לחשהית עוניך

16 ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα,          καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ.

כי מזיד בוזה אביו             ומכעיס בוראו מקלל אמו

Origen, Prayer, 13-14 (PG 11, 457-459)

Πᾶσα ἡ περὶ τῶν προπαρατεθέντων ἡμῖν πνευματικῶν καὶ μυστικῶν εὐχὴ ἀεὶ ὑπὸ τοῦ «μὴ κατὰ σάρκα στρατευομένου,» ἀλλὰ «πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦντος,» ἐπιτελεῖται, προκρινομένων τῶν ἀπὸ τῆς ἀναγωγῆς μετ᾽ ἐξετάσεως παρισταμένων τῆς ἐμφαινομένης κατὰ τὴν λέξιν γεγονέναι τοῖς προσευξαμένοις εὐεργεσίας·

Καὶ ἐν ἡμῖν γὰρ ἀσκητέον μὴ ἐγγενέσθαι ἄγονοι ἢ στείραν ἀκούουσι τοῦ πνευματικοῦ νόμου ὠσὶ πνευματικοῖς, ἵνα ἀποτιθέμενοι τὸ εἶναι ἄγονοι ἢ στεῖραι, ἐπακουσθῶμεν ὡς Ἄννα καὶ Εζεκίας· καὶ ἵνα ἀπὸ ἐπιβουλευόντων ἐχθρῶν τῶν πνευματικῶν τῆς πονηρίας ῥυσθῶμεν ὡς Μαρδοχαῖος καὶ Ἐσθῆρ, καὶ Ἰουδὴθ...

Πρὸς τούτοις, ὁ πεπεισμένος ποίου κήτους τύπος τὸ καταπεπωκὸς τὸν Ἰωνᾶν ἐτύγχανε, καὶ καταλαβών τε ὅτι ἐκείνου τοῦ ὑπὸ τοῦ Ἰὼβ εῤημένου· «Καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι·» ἐάν ποτε γένηται διά τινα ἀπειθίαν ἐν τῇ τοῦ κήτους κοιλίᾳ μετανοῶν εὐξάσθω, κἀκεῖθεν ἐξελεύσεται· ἐξελθών τε ἐπιμένων τῷ πείθεσθαι τοῖς προστάγμασι τοῦ Θεοῦ, δυνήσεται, κατὰ τὴν χρηστότητα τοῦ Πνεύματος προφητεύσας καὶ νῦν Νινευΐταις ἀπολλυμένοις, πρόφασις αὐτοῖς γενέσθαι σωτηρίας· μὴ δυσαρεστούμενος τῇ χρηστότητι τοῦ Θεοῦ, μηδὲ ζητῶν ἐπιμένειν αὐτὸν πρὸς τοὺς μετανοοῦντας τῇ ἀποτομίᾳ.

Ὅπερ δὲ μέγιστον πεποιηκέναι λέγεται Σαμουὴλ διὰ προσευχῆς, τοῦτο πνευματικῶς δυνατόν ἐστιν ἕκαστον τῶν ἀνακειμένων γνησίως τῷ Θεῷ, καὶ νῦν ἐπιτελεῖν, ἄξιον τοῦ ἐπακούεσθαι γεγενημένον· γέγραπται γὰρ· «Καί γε νῦν στῆτε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο ὃ ὁ Κύριος ποιεῖ κατ᾽ ὀφθαλμοὺς ὑμῶν. Οὐχὶ θερισμὸς πυροῦ σήμερον; Ἐπικαλέσομαι Κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν.» Εἶτα μετ᾽ὀλίγα· «Καὶ ἐπεκαλέσατο,» φησὶ, «Σαμουὴλ Κύριον, καὶ ἔδωκε Κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» Παντὶ γὰρ ἁγίῳ, καὶ τῷ Ἰησοῦ γνησίως μαθητεύοντι ὑπὸ τοῦ Κυρίου λέγεται· «Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.» Ἐν τῷ καιρῷ δὴ τούτῳ τοῦ θερισμοῦ μέγα ῥῆμα ὁ Κύριος ποιεῖ κατ᾽ ὀφθαλμοὺς τῶν ἀκουόντων τοὺς προφήτας· ἐπικαλεσαμένου γὰρ τοῦ κεκοσμημένου τῷ ἁγίῳ Πνεύματι πρὸς τὸν Κύριον, δίδωσιν ὁ Θεὸς οὐρανόθεν φωνὰς καὶ τὸν ποτίζοντα τὴν ψυχὴν ὑετόν· ἵνα ὁ πρότερον ἐν τῇ κακίᾳ ὢν φοβηθῇ σφόδρα τὸν Κύριον, καὶ τὸν ὑπηρέτην τῆς εὐεργεσίας τοῦ Θεοῦ αἰδέσιμον καὶ σεβάσμιον δι᾽ ὧν ἐπακούεται πεφανερωμένον...

Τούτων δὲ ἡμῖν ἑρμηνευθέντων εἰς τὰς διὰ τῶν προσευχῶν γεγενημένας τοῖς ἁγίοις εὐεργεσίας, κατανοήσωμεν τό· «Αἰτεῖτε τὰ μεγάλα καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται· καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται.» Πάντα τε τὰ συμβολικὰ καὶ τυπικὰ, συγκρίσει τῶν ἀληθινῶν καὶ νοητῶν, μικρά ἐστι καὶ ἐπίγεια· καὶ εἰκὸς, ὅτι ὁ θεῖος ἡμᾶς λόγος προκαλούμενος ἐπὶ τὸ μιμεῖσθαι τὰς τῶν ἁγίων εὐχὰς, ἵν᾽ αἰτῶμεν αὐτὰς κατὰ τὸ ἀληθὲς ὧν ἐκεῖνοι ἐπετέλουν τυπικῶν, φησὶ τὰ ἐπουράνια καὶ μεγάλας δεδηλωμένα διὰ τῶν περὶ ἐπιγείων καὶ μικρῶν πραγμάτων, λέγων· «Ὑμεῖς οἱ πνευματικοὶ εἶναι βουλόμενοι διὰ τῶν προσευχῶν αἰτήσατε, ἵν᾽ αὐτῶν τυχόντες, ὡς ἐπουράνιοι, βασιλείαν οὐρανῶν κληρονομήσητε, καὶ ὡς μεγάλων τῶν μεγίστων ἀγαθῶν ἀπλαύσητε· τὰ δὲ ἐπιγεια καὶ μικρὰ ὦν διὰ τὰς σωματκὰς ἀνάγκας χρῄζετε, μέτρῳ τοῦ δέοντος ἐπιχορηγήσῃ ὑμῖν ὁ Πατήρ.


WEDNESDAY
Sirach 3:17—4:10

17 Τέκνον, ἐν πραύτητι τὰ ἔργα σου διέξαγε,      καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.

בני בעשרך התהלך בענוה            ותאהב מנותן מתנות

18 ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν,      καὶ ἔναντι κυρίου εὑρήσεις χάριν·

מעט נפשך מכל גדולתך             ולפני אל תמצא רחמין (c חן)

20 ὅτι μεγάλη ἡ δυναστεία τοῦ κυρίου      καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.

כי רבים רחמי אלהים            לענוים יגלה יגלה סודו

21 χαλεπώτερά σου μὴ ζήτει       καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε·

פלאות ממך אל תדרוש               ומכוסה ממך אל תדרוש (c תחקור)

22 ἃ προσετάγη σοι, ταῦτα διανοοῦ,       οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν.

במה שהורשית התבונן               ואין לך עסק בנסתרות

23 ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου·       πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.

וביותר ממך אל תמר         כי רב ממך הראית

24 πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν,      καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτῶν.

כי רבים עשתוני בני אדם            ודמיונות רעות מתעות

25

באין אישון יחסר אור            ובאין דעת תחסר חכמה

26 καρδία σκληρὰ κακωθήσεται ἐπ' ἐσχάτων,       καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἀπολεῖται.

לב כבד תבאש אחריתו               ואוהב טובות ינהג בהם

27 καρδία σκληρὰ βαρυνθήσεται πόνοις,      καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ' ἁμαρτίαις.

לב כבד ירבו מכאביו         ומתחולל מוסיף עון על עון

28 ἐπαγωγῇ ὑπερηφάνου οὐκ ἔστιν ἴασις·      φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ.

אל תרוץ לרפאות מכת לץ          כי אין לה רפואה מנטע רע נטעו

29 καρδία συνετοῦ διανοηθήσεται παραβολήν,      καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.

לב חכם יבין משלי חכמים    ואזן מקשבת לחכמה תשמח

30 πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ,      καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας.

אש לוהטת יכבו מים          כן צדקה תכפר חטאת

31 ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα       καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα.

פועל טוב יקראנן בדרכיו      ובעת מוטו ימצא משען

Sir 4

1 Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς             καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς.

בני אל תלעג לחיי עני         ואל תדאיב נפש עני ומר נפש

2 ψυχὴν πεινῶσαν μὴ λυπήσῃς            καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.

רוֶוח נפש חסירה אל תפוח            ואל תתעלם מִמְּדֻכְדָּך נפש

3 καρδίαν παρωργισμένην μὴ προσταράξῃς             καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.

אל [תחמיר] מעי דך            וקרב עני אל תכאיב

4 ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου            καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ.

אל תמנע מתן ממסכינך               ולא תבזה שאולות דל

5 ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμὸν            καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε·

                            ולא תתן לו מקום לקללך

6 καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ            τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν.

צועק מר רוח בכאב נפשו            ובקול צעקתו ישמע צורו

7 προσφιλῆ συναγωγῇ σεαυτὸν ποίει             καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου.

האהב לנפשך לעדה          ולשלטון עוד הכאף ראש

8 κλῖνον πτωχῷ τὸ οὖς σου καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραύτητι.

הט לעני אזנך         והשיבהו שלום בענוה

9 ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος             καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.

הושע מוצק ממציקיו          ואל תקוץ רוחך במשפט יושר

10 γίνου ὀρφανοῖς ὡς πατὴρ            καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν·

היה כאב ליתומים            ותמור כעל לאלמנות

καὶ ἔσῃ ὡς υἱὸς ὑψίστου,             καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου.

ואל יקראך בן         ויחנך ויצילך משחת

Origen, Prayer, 28 (PG 11, 522-523)

Ὀφείλομεν τοιγαροῦν ἔχοντές τινα καθήκοντα οὐ μόνον ἐν τῇ δόσει, ἀλλὰ καὶ λόγῳ προσηνεῖ, καὶ τοῖσδέ τισι τοῖς ἔργοις· ἀλλὰ καὶ διάθεσίν τινα τοιάνδε ὀφείλομεν ἔχειν πρὸς αὐτοὺς. Ταῦτα δὴ ὀφείλοντες, ἤτοι ἀποδίδομεν διὰ τοῦ ἐπιτελεῖν τὰ προστασσόμενα ὑπὸ τοῦ θείου νόμου, ἢ τῷ καταφρονεῖν τοῦ ὑγιοῦς λόγου, μὴ ἀποδιδόντες μένομεν ἐν τῷ ὀφείλειν. Τὸ παραπλήσιον καὶ νοητέον ἐν τοῖς πρὸς τοὺς ἀδελφοὺς ὀφειλήμασι, τούς τε κατὰ τὸν τῆς θεοσεβείας λόγον ἐν Χριστῷ ἡμῖν συναναγεγεννημένους, καὶ τοὺς ὁμομητρίους ἢ ὁμοπατρίους ἡμῖν.

Ἔστι τις καὶ πρὸς πολίτας ὀφειλὴ, καὶ ἄλλη κοινὴ πρὸς πάντας ἀνθρώπους, ἰδία μὲν ξένους, ἰδία δὲ καὶ ἡλικίαν μαπέρων ἔχοντας· καὶ ἄλλη πρός τινας, οὓς εὔλογον ὡς υἱοὺς ἢ ὡς ἀδελφοὺς τιμᾷν. Ὅ οὖν τὰ ὀφειλόμενα ἀδελφοῖς ἐπιτελεῖσθαι μὴ ποιῶν, μένει ὀφειλέτης ὧν μὴ πεποίηκεν. Οὕτως δὲ, εἰ καὶ ἀνθρώποις ἀπὸ τοῦ φιλανθρώπου τῆς σοφίας πνεύματος ἐπιβαλλόντων τινῶν ἀφ᾽ ἡμῶν ἐλλείποιμεν, πλείων γίνεται ἡ ὀφειλή. Ἀλλὰ καὶ ἐν τοῖς εἰς ἡμᾶς αὐτοῦς, ὀφείλομεν τῷ μὲν σώματι οὑτωσὶ χρῆσθαι, οὐχὶ εἰς τὸ κατατρίβειν σάρκας σώματος διὰ τῆς φιληδονίας· ὀφείλομεν δὲ καὶ τῇ ψυχῇ τῆνδε τὴν ἐπιμέλειαν προσάγειν, καὶ τοῦ νοῦ τῆς ὀξύτητος πρόνοιαν ποιεῖσθαι, τοῦ τε λόγου, ἵν᾽ [μὴ] ἄκεντρος καὶ ὠφέλιμος ᾖ, καὶ μηδαμῶς ἀργός. Ἐπὰν δὴ καὶ τὰ εἰς ἡμᾶς ὑφ᾽ ἡμῶν ὄφλημα γίνεται.

Καὶ ἐπὶ τούτοις πᾶσι, τὸ ὑπὲρ πάντα ποίημα καὶ πλάσμα ὄντες τοῦ Θεοῦ, ὀφείλομέν τινα διάθεσιν σώζειν πρὸς αὐτὸν, καὶ ἀγάπην τὴν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας· ἅτινα ἐὰν μὴ κατορθώσωμεν, ὀφειλέται μένομεν Θεοῦ, ἁμαρτάνοντες εἰς Κύριον. Καὶ τίς ἐπὶ τούτοις εὔξεται περὶ ἡμῶν; «Ἐὰν γὰρ ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξεται περὶ αὐτοῦ. Ἐὰν εἰς Κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;» ὡς φησὶν ἐν τῇ πρώτῳ τῶν Βασιλειῶν ὁ Ἡλεί.

Ἀλλὰ καὶ Χριστοῦ ὠνησαμένου ἡμᾶς τῷ ἰδίῳ αἱματι ὀφειλέται ἐσμὲν, ὥσπερ καὶ πᾶς οἰκέτης τοῦ ὠνησαμένου ἐστὶν ὀφειλέτης τοῦ τοσοῦδε δοθέντος ὑπὲρ αὐτοῦ χρήματος. Ἔστι τις ἡμῖν καὶ πρὸς τὸ ἅγιον Πνεῦμα ὀφειλὴ ἀποδιδομένη, ὅτε οὐ «λυποῦμεν αὐτὸ, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως·» καὶ μὴ λυποῦντες αὐτὸ, φέρομεν τοὺς καρποὺς οὓς ἀπαιτούμεθα, συνόντος αὐτοῦ ἡμῖν καὶ ζωοποιοῦντος ἡμῶν τὴν ψυχήν.

Εἰ καὶ μὴ ἴσμεν δὲ ἐπιμελῶς, τίς ὁ ἑκάστου ἡμῶν ἄγγελος βλέπων τοῦ ἐν οὐρανοῖς Πατρὸς τὸ πρόσωπον, ἀλλὰ φανερόν γε ἐπισκοπήσαντι ἑκάστῳ ἡμῶν γίνεται, ὅτι κἀκείνῳ ὀφείλεται τινῶν ἐσμεν. Εἰ δὲ καὶ ἐν θεάτρῳ ἐσμὲν κόσμου, καὶ ἀγγέλων, καὶ ἀνθρώπων, ἰστέον ὅτι ὥσπερ ὁ ἐν θεάτρῳ ὀφειλέτης ἐστὶ τοῦ τάδε τινὰ εἰπεῖν ἢ ποιῆσαι ἐν ὄφψει τῶν θεατῶν, ἅπερ μὴ πράξας τις, ὡς τὸ πᾶν ὑβρίσας θέατρον, κολάζεται· οὕτω καὶ ἡμεῖς τῷ ὅλῳ κόσμῳ καὶ τοῖς πᾶσιν ἀγγέλοις, τῷ τε τῶν ἀνθρώπων γένει ὀφείλομεν ταῦτα, ἃ βουληθέντες ἀπὸ τῆς σοφίας μαθησόμεθα.

Χωρὶς δὲ τούτων καθολικωτέρων ὄντων, ἔστι τις χήρας προνοουμένης ὑπὸ τῆς Ἐκκλησίας ὀφειλὴ, καὶ ἑτέρα διακόνου, καὶ ἄλλη πρεσβυτέρου, καὶ ἐπισκποποῦ δὲ ὀφειλὴ βαρυτάτη ἐστὶν ἀπασιτουμένη ὑπὸ τοῦ τῆς ὅλης Ἐκκλησίας Σωτῆρος, καὶ ἐκδικουμένη εἰ μὴ ἀποδιδῷτο.


THURSDAY
Sirach 5:1—6:4

1 Μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν          σου καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν.

אל תשען על חילך ואל          תאמר יש לאל ידי

2 μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου          πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου·

אל תשען על כוחך            ללכת אחר תאות נפשך

אל תלך אחרי לבך ועיניך            ללכת בחמודות רעה

3 καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει;          ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει.

אל תאמר מי יוכל כחו         כי ייי מבקש נרדפים

4 μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο;          ὁ γὰρ κύριός ἐστιν μακρόθυμος.

אל תאמר חטאתי ומה יעשה לי       מאומה כי אל ארך אפים הוא

אל תאמר רחום ייי            וכל עונותי ימחה

5 περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου          προσθεῖναι ἁμαρτίαν ἐφ' ἁμαρτίαις·

אל סליחה אל תבטח          להוסיף עון על עון

6 καὶ μὴ εἴπῃς Ὁ οἰκτιρμὸς αὐτοῦ πολύς,          τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται·

ואמרת רחמיו רבים          לרוב עונותי יסלח

ἔλεος γὰρ καὶ ὀργὴ παρ' αὐτῷ,          καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ.

כי רחמים ואף עמן            ואל רשעים ינוח רגזו

7 μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον          καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας·

אל תאחר לשוב אליו         ואל תתעבר מיום אל יום

ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου,          καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.

כי פתאום יצא זעמו          וביום נקם תספה

8 Μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις·          οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς.

אל תבטח על נכסי שקר             כי לא יועילו ביום עברה

9 μὴ λίκμα ἐν παντὶ ἀνέμῳ          καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ·          οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.

אל תהיה זורה לכל רוח               ופונה דרך שבולת

10 ἴσθι ἐστηριγμένος ἐν συνέσει σου,          καὶ εἷς ἔστω σου ὁ λόγος.

היה סמוך על דעתך          ואחד יהי דברך

11 Γίνου ταχὺς ἐν ἀκροάσει σου          καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.

היה ממהר להאזין            ובארך רוח חשב פתגם

12 εἰ ἔστιν σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον·          εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου.

אם יש אתך ענה רעך         ואם אין ידך על פיך

13 δόξα καὶ ἀτιμία ἐν λαλιᾷ,          καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.

כבוד וקלון ביוד בוטא         ולשון אדם מפלתו

14 Μὴ κληθῇς ψίθυρος          καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε

אל תקרא בעל שתים         ובלשונף אל תרגל רע

ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη          καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.

כי על גנב נבראה בשת               חרפה רעהו בעל שתים

15 ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει          καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός·

מעט והרכה אל תשחת       ותחת אוהב אל תהי שונא

ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει·          οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.

שם רע וקלון תוריש חרפה          כן איש רע בעל שתים

Sir 6

2 Μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου,          ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου·

אל תפול ביד נפשך          ותעבה חילך עליך

3 τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις          καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν.

עליך תאכל ופריך תשרש    והניחתך כעץ יבש

4 ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν          καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.

כי נפש עזה תשחת בעליה            ושמחת שונא תשיגם

Origen, Prayer, 28-33 (PG 11, 527,558-562)

Εἰ δὲ τοσούτοις ὀφείλομεν, πάντως καὶ ἡμῖν τινες ὀφείλουσιν· πάντως καὶ ἡμῖν τινες ὀφειλουσιν· οἱ μὲν γὰρ ὀφείλουσιν ἡμῖν ὡς ἀνθρώποις, οἱ δὲ ὡς πολίταις· ἄλλοι δὲ ὡς πατράσι· καί τινες ὡς υἱοῖς· καὶ μετὰ τούτους, ὡς ἀνδράσι γυναῖκες, ἢ ὡς φίλοις φίλος. Ἐπὰν οὖν ἀπὸ τῶν πλείστων ἡμῖν ὀφειλετῶν ἀσθενέστερόν τινες περὶ τὴν ἀπόδοσιν τῶν πρὸς ἡμᾶς καθηκόντων ἀναστραφῶσι, φιλανθρωπότερον ποιήσομεν ἀμνησικάκως ἐνεχθέντες πρὸς αὐτοὺς, καὶ ἰδίων μεμνημένοι ὀφειλῶν, ὅσας πολλάκις παραλελοίπαμεν οὐ μόνον πρὸς ἀνθρώπους, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν Θεόν·

μεμνημένοι γὰρ ὧν ὀφειλέται ὄντες οὐκ ἀποδεδώκαμεν, ἀλλὰ ἀπεστερήσαμεν παραδραμποντος τοῦ χρόνου ἐν ὧ ἐχρῆν ἡμᾶς τάδε τινὰ πρὸς τὸν πλησίον πεποιηκέναι, πραότεροι ἐσόμεα πρὸς τοὺς καὶ ἡμῖν ὀφλήσαντας, καὶ μὴ ἀποδεδωκότας τὴν ὀφειλήν· καὶ μάλιστα ἐὰν μὴ ἐπιλανθανώμεθα τῶν εἰς τὸ Θεῖον ἡμῖν παρανεμομημένων, καὶ τῆς εἰς τὸ Ὕψος ἀδικίας ἡμῖν λελαλημένης, ἤτοι κατὰ ἄγνοιαν τῆς ἀληθοῦς ἢ κατὰ δυσαρέστησιν τὴν πρὸς τὰ συμβάντα ἡμῖν περιστατικά.

Εἰ δὲ μὴ βουλόμεθα πραότεροι γίνεσθαι πρὸς τοῦς ἡμῖν ὀφλήσαντας, πεισόμεθα τὰ τοῦ τὰ ἑκατὸν δηνάρια τῷ ὁμοδούλῳ μὴ συγχωρήσαντος, ὅντινα προσυγχωρηθέντα κατὰ τὴν κειμένην ἐν τῷ Εὐαγγελίῳ παραβολὴν, ἐνειλήσας ἐκπράσσει ὁ δεσπότης τὰ προσυγκεχωρημένα, λέγων αὐτῷ· «Πονηρὲ δοῦλε, καὶ ὀκνηρὲ, οὐκ ἔδει ἐλεῆσαί σε τὸν σύνδουλόν σου ὡς κἀγώ σε ἠλέησα; Βάλετε αὐτὸν εἰς τὴν φυλακὴν, ἕως ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.» Ἐπιφέρει δὲ τούτοις ὁ κύριος· «Οὕτως καὶ ὑμῖν ὁ Πατὴρ ὁ οὐράνιος ποιήσει, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν»...

Πάντες μέντοιγε ἐξουσίαν ἐφιέναι τὰ εἰς ἡμᾶς ἡμαρτημένα· ὅπερ δῆλόν ἐστιν ἔκ τε τοῦ, «Ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,» καὶ ἐκ τοῦ, «Καὶ γὰρ αὐτοῖ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν»...

Δοκεῖ δέ μοι, ἔτι περὶ τῶν τόπων τῆς εὐχῆς διαλαβόντα, οὕτω καταπαῦσαι τὸν λόγον. Τέσσαρες δή μοι τόποι ὑπογραπτέοι φαίνονται, οὒς εὗρον διεσκεδασμένους ἐν ταῖς Γραφαῖς, καὶ σωματοποιητέον ἑκάστῳ κατὰ τούτους εὐχή.

Εἰσὶ δὲ οἱ τόποι οὗτοι· Κατὰ δύναμιν δοξολογίας ἐν τῇ ἀρχῇ καὶ τῷ προοιμίῳ τῆς εὐχὴς λεκτέον τοῦ Θεοῦ διὰ Χριστοῦ συνδοξολογουμένου ἐν τῷ ἁγίῳ Πνεύματι συνυμνουμένῳ. Καὶ μετὰ τοῦτο τακτέον ἑκάστῳ εὐχαριστίας τε κοινὰς ὑπὲρ τῶν εἰς πάντας εὐεργεσιῶν, καὶ ὧν ἰδίᾳ τέτευχεν ἀπὸ Θεοῦ. Μετὰ δὲ τὴν εὐχαριστίαν φαίνεταί μοι πικρόν τινα δεῖν γινόμενον τῶν ἰδίων ἁμαρτημάτων κατήγορον ἐπὶ Θεοῦ, αἰτεῖν πρῶτον μὲν ἴασιν πρὸς τὸ ἀπαλλαγῆναι τῆς τὸ ἁμαρτάνειν ἐπιφερούσης ἑξεως, δεύτερον ἄφεσιν τῶν παρεληλυτότων. Μετὰ δὲ τὴν ἐξομολόγησιν τέταρτόν μοι συνάπτειν φαίνεται δεῖν, τὴν περὶ τῶν μεγάλων καὶ ἐπουρανίων αἴτησιν, ἰδίων τε καὶ καθολικῶν, καὶ περί τε οἰκείων καὶ φιλτάτων.

Καὶ ἐπὶ πᾶσι τῆν εὐχὴν εὶς δοξολογίαν Θεοῦ διὰ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι καταπαυστέον... Εὔλογον δὲ ἀρξάμενον ἀπὸ δοξολογίας εἰς δοξολογίαν καταλήγοντα καταπαύειν τὴν εὐχὴν, ὑμνοῦντα καὶ δοξάζοντα τὸν τῶν ὅλων Πατέρα διὰ Ἰησοῦ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, ῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.


FRIDAY
Sirach 6:5-37

5 Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ,          καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.

חיך ערב ירבה אוהב          ושפתי חן שואלו שלום

6 οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί,          οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων.

אנשי שלומך יהיו רבים               ובעל סודך אחד מאלף

7 εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν          καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ.

קנית אוהב בניסין קנהו               ואל תמהר לבטח עליו

8 ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ          καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου.

כי יש אוהב כפי עת          ואל יעמוד ביום צרה

9 καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν          καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει.

יש אוהב נהפך לשנא         ואת ריב חרפתך יחשוף

10 καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν          καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου·

יש אוהב חבר שלחן          ולא ימצא ביום רעה

11 καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ          καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται·

בטובתך הוא כמוך            ברעתך יתנדה ממך

12 ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ          καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται.

אם תשיגך רעה יהפך בך             ומפניך יסתר

13 ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι          καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.

משנאיך חבדל         ומאהביך השמר

14 φίλος πιστὸς σκέπη κραταιά,          ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν.

אוהב אמונה אוהב תקוף             ומוצאו מצא חון

15 φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα,          καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ.

לאוהב אמונה אין מחיר               ואין משקל לטובתו

16 φίλος πιστὸς φάρμακον ζωῆς,          καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν.

צרור חיים אוהב אמונה               ירא אל ישיגם

כי כמוהו כן רעהו             וכשמו כן מעשיו

17 ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ,          ὅτι κατ' αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ.

18 Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν,          καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν.

19 ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ          καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς·

כחורש וכקוצר קרב אליה            וקוה לרב תבואתה

ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις          καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς.

כי בעבדתה מעט תעבוד             ולמחר תאכל פריה

20 ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος·

עקובה היא חאויל            ולא יכלכלנה חסר לב

21 ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ' αὐτῷ, καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν.

כאבן משא תהיה עליו         ולא יאחר להשליכה

22 σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν φανερά.

כי המוסר כשמה כן הוא             ולא לרבים היא נֹכְוחָה

23 Ἄκουσον, τέκνον, καὶ ἔκδεξαι γνώμην μου          καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου·

24 καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς          καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου·

25 ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν          καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς·

הט שכמך ושאהּ             ואל תקץ בתחבולתיה

26 ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ          καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς·

27 ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι,          καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν·

דרש וחקר בקש ומצא         והתחזקתה ואל תרפה

28 ἐπ' ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς,          καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην·

כי לאחור תמצא מנוחתה             ונהפל לך לתענוג

29 καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος          καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης.

והיתה לך רשתה מכון עז             וחבלתה בגדי כתם

30 κόσμος γὰρ χρύσεός ἐστιν ἐπ' αὐτῆς,          καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον·

עלי זהב עולה         ומוסרתיה פתיל תבלת

31 στολὴν δόξης ἐνδύσῃ αὐτὴν          καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.

בגדי כבוד תלבשנה          ועטרת תפארת תעטרנה

32 Ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ,          καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ·

אם תחפוץ בני תתחכם       ואם תשים לבך תערם

33 ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ,          καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.

אם תובא לשמע             והט אזנך תוסר

34 ἐν πλήθει πρεσβυτέρων στῆθι·          καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι.

35 πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι,          καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε.

כל שיחה חפוץ לשמע         ומשל בינה אל יצאך

36 ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν,          καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.

ראה מה יבין ושחריהו         ותשחוק בסיפי רגלך

37 διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου          καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός·

והתבוננת ביראת עליון               ובמצותו והגה תמיד

αὐτὸς στηριεῖ τὴν καρδίαν σου,          καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι.

והוא יבין לבך         ואשר איותה יחכמך

Aelred of Rievaulx, Spiritual friendship, Liber 2 (Edit J. Dubois, 53-57)

In rebus humanis nihil sanctius appetatur, nihil quaeratur utilius, nihil difficilius inueniatur, nihil experiatur dulcius, nihil fructuosius teneatur. habet enim fructum uitae praesentis quae nunc est et futurae. ipsa enim omnes uirtutes sua condit suauitate, uitia sua uirtute confodit, aduersa temperat, componit prospera; ita ut sine amico inter mortales nihil fere possit esse iucundum; homo bestiae comparetur, non habens qui sibi collaetetur in rebus secundis, in tristibus contristetur; cui euaporet si quid molestum mens conceperit; cui communicet si quid praeter solitum sublime uel luminosum accesserit. uae soli, quia cum ceciderit, non habet subleuantem se. solus omnino est, qui sine amico est.

at quae felicitas, quae securitas, quae iucunditas habere cum quo aeque audeas loqui ut tibi; cui confiteri non timeas si quid deliqueris; cui non erubescas reuelare in spiritalibus si quid profeceris; cui cordis tui omnia secreta committas, et commendes consilia?

quid igitur iucundius, quam ita unire animum animo, et unum efficere e duobus, ut nulla iactantia timeatur, nulla formidetur suspicio; nec correptus alter ab altero doleat; nec laudantem alter alterum adulationis notet uel arguat? amicus, ait sapiens, medicamentum uitae est. praeclare quidem id. non enim ualidior uel efficacior uel praestantior est uulneribus nostris in omnibus temporalibus medicina, quam habere qui omni incommodo occurrat compatiens, omni commodo occurrat congratulans; ut, secundum apostolum, iunctis humeris, onera inuicem tolerent; nisi quod unusquisque propriam leuius quam amici portat iniuriam.

amicitia ergo secundas res splendidiores facit, aduersas partiens, communicans que leuiores. optimum ergo uitae medicamentum amicus. nam ut ethnicis etiam placuit, non aqua, non igni pluribus locis utimur quam amico. in omni actu, in omni studio, in certis, in dubiis, in quolibet euentu, in fortuna qualibet, in secreto et publico, in omni consultatione, domi foris que, ubique amicitia grata, amicus necessarius, utilis gratia reperitur...

et quod his omnibus excellit, quidam gradus est amicitia uicinus perfectioni, quae in dei dilectione et cognitione consistit; ut homo ex amico hominis dei efficiatur amicus, secundum illud saluatoris in euangelio: iam non dicam uos seruos, sed amicos meos.


SATURDAY
Sirach 7:22-36

22 κτήνη σοί ἐστιν; ἐπισκέπτου αὐτά·               καὶ εἰ ἔστιν σοι χρήσιμα, ἐμμενέτω σοι.

בהמה לך ראה עיניך          ואם אמנה היא העמידה

23 τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ               καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.

בנים לך יסיר אותם          ושָׂא לָהֶם נשים בנעוריהם

24 θυγατέρες σοί εἰσιν; πρόσεχε τῷ σώματι αὐτῶν               καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.

בנות לך נצור שארם         ואל תאיר אלהם פנים

25 ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα,               καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.

הוצא בת ויצא עסק          ואל נבון גבר חברה

26 γυνή σοί ἐστιν κατὰ ψυχήν; μὴ ἐκβάλῃς αὐτήν·               καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν.

אשה לך אל תתעבה          ושנואה אל תאמן בה

27 Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου               καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ·

28 μνήσθητι ὅτι δι' αὐτῶν ἐγεννήθης,                καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί;

29 ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον               καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε.

בכל לבך פחד אל             ואת כהניו הקדיש

30 ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε                καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.

בכל מאודך אהוב עושך               ואת משרתיו לא תעזב

31 φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα                καὶ δὸς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι,

כבד אל והדר כהן            ות[ן ח]לקם כאשר צוותה

ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων               καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων.

לחם אברים ותרומת [יד               זבחי] צדק ותרומת קדש

32 Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου,               ἵνα τελειωθῇ ἡ εὐλογία σου.

וגם לאב[יון הוש]יט יד         למען תשלם ב[ר]כתך

33 χάρις δόματος ἔναντι παντὸς ζῶντος,               καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.

תן מתן לפני כל חי            וגם ממת אל תמנע חסד

34 μὴ ὑστέρει ἀπὸ κλαιόντων               καὶ μετὰ πενθούντων πένθησον.

אל תתאחר מבוכים          ועם אבלים התאבל

35 μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον·               ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.

אל תשא לב מאוהב          כי ממנו תאהב

36 ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου,               καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.

בכל מעשיך זכור אחרית             ולעולם לא תשחת

Basil (attributed), Treatise on Baptism, Liber 1:1-2 (PG 31,1514-1515)

Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοὺ Θεοῦ τοῦ ζῶντος, μετὰ τὴν ἐκ ἐπαγγελίαν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ εἰπόντος διὰ Δαβὶδ τοῦ προφήτου· «Υἱός μου εῖ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς,» προσλβόμενος τοὺς ἑαυτοῦ μαθητὰς, φανεροῖ αὐτοῖς πρῶτον τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν παρὰ τοῦ Πατρὸς, εἰπών· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·» καί τοτε ἀποστέλλει αὐτοῦς, λέγων· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοῦς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐντειλάμην ἡμῖν.»

Ἐπεὶ οὖν, προστάξαντος τοῦ Κυρίου πρῶτον, «Μαθητεύσατε πάντα τὰ ἔθνη,» καὶ τότε ἐπαγαγόντος, «Βαπτίζοντες αὐτοὺς,» καὶ τὰ ἐξῆς, ὑμεῖς μὲν, τὸ πρῶτον σιωπήσαντες, τοῦ δευτέρου τὸν λόγον ἡμᾶς ἀπῃτήσατε· ἡμεῖς δὲ λογισάμενοι παρ᾽ ἐντολῆν τοῦ Ἀποστόλου ποιεῖν, ἐὰν μὴ εὐθὺς ἀποκρινώμεθα, εἰπόντος· «Ἕτοιμοι ἔσεσθε πρὸς ἀπολογίαν παντί τῷ ἐδερωτῶντι ὑμᾶς λόγον,» παρεδώκαμεν τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου βαπτίσμαστος, ἔχοντος δόξαν ὑπὲρ τὸ τοῦ μακαρίου Ἰωάννου· μνημονεύσαντες ὀλίγα ἐκ πολλῶν τῶν περὶ αὐτοῦ ἐν ταῖς θεοπνεύστοις Γραφαῖς εἰρημένων.

Ὁμως ἀναγκαῖον εἶναι ἐλγοισάμεθα ἐπὶ τὴν παραδεδομένην ὑπὸ τοῦ Κυρίου τάξιν ἀναδραμεῖν, ἵνα οὕτω καὶ ὑμεῖς πρῶτον τοῦ, «Μαθητεύσατε,» τὴν δύναμιν γνόντες, εἶτα ἀκολούθως τὸν περὶ τοῦ ἐνδοξοτάτοῦ βαπτίσματος λόγον παραλαβόντες, ἐπὶ τὴν τελειότητα εὐοδωθῆτε, διδασκόμενοι τηρεῖν ὅσα πάντα ἐνετείλατο ὁ Κύριος τοῖς ἰδίος μαθηταῖς, καθὼς γέγραπται. Ἐνταῦθα μὲν οὖν, «Μαθητεύσατε,» εἰπόντος, ἠκούσαμεν· λοιπὸν δὲ χρεία τῶν ἀλλαχοῦ περὶ τοῦ τοιούτου εἰρημένων προστάγματος μνημονεῦσαι, ἵνα πρῶτον μὲν τὸ φρόνημα εὐάρεστον τῷ Θεῷ κατορθόωαντες, ἔπειτα δὲ τὴν πρέπουσαν καὶ ἀναγκαίαν τάξιν φυλάξαντες, οὕτω τοὺ δυνατοῦ, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μὴ ἐκπέσωμεν.

Σύνηθες γὰρ γῷ Κυρίῳ τὰ ὁριστικῶς που προσταχθέντα διὰ τῶν ἐν ἄλλοις τόποις εἰρημένων σαφῶς παραδιδόναι. ὡς τὸ, «Θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ.» Ἁπλῶς γάρ οὕτως εἰπὼν ἐνταῦθα, τὸ, πῶς, ἐν ἑτέρῳ τόπῳ σαφηνίζει, λέγων· «Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμεν, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Καὶ πολλὰ ἄλλα ὁμοίως.

Μαθητὴς μὲν οὖν ἐστιν, ὡς μανθάνομεν παρ᾽ αὐτοῦ τοῦ Κυρίου, πᾶς ὁ τῷ Κυρίῳ προσερχόμενος, ὥστε ἀκολουθεῖν αὐτῷ, τουτέστιν, ἀκούειν τῶν λόγων αὐτοῦ· πιστεύειν τε καὶ πείθεσθαι αὐτῷ ὡς Δεσπότῳ, καὶ βασιλεῖ, καὶ ἰατρῷ, καὶ διδασκάλῳ ἀληθείας, ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου, καὶ τοῦτο ἐὰν μένῃ ἐν αὐτοῖς, καθὼς γέγραπται· «Ἔλεγεν οὖν πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.»