READINGS: EASTER TUESDAY V

Invitatory Psalm & BACK


Psalm 10: Hebrew English and BACK
Psalm 12: Hebrew English and BACK

Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, - Ἁλληλουϊά — θάνατος αὐτοῦ οὐκέτι κυριεύει - Ἁλληλουϊά.

Even Years: Acts 17:19-34

19 ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν ἄρειον πάγον ἤγαγον, λέγοντες, δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν: βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι. 21 ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον.

22 σταθεὶς δὲ [ὁ] παῦλος ἐν μέσῳ τοῦ ἀρείου πάγου ἔφη, ἄνδρες ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ: 23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ θεῷ. ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν.

24 ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ 25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα: 26 ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27 ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασιν, τοῦ γὰρ καὶ γένος ἐσμέν.

29 γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. 30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, 31 καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.

32 ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν, ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν.

33 οὕτως ὁ παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.

34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ διονύσιος ὁ ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.

Odd Years: Revelation 20:1-15

καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ,
ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.
     καὶ ἐκράτησεν τὸν δράκοντα, ὁ ὄφις ὁ ἀρχαῖος,
     ὅς ἐστιν διάβολος καὶ ὁ σατανᾶς,
     καὶ ἔδησεν αὐτὸν χίλια ἔτη,
     καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον
     καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ
ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη:
μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.

καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ' αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς,
     καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων
     διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ,
     καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ
     καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν:
          καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ χίλια ἔτη.
          οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη.
          αὕτη ἡ ἀνάστασις ἡ πρώτη.
     μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ:
     ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν,
     ἀλλ' ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ,
     καὶ βασιλεύσουσιν μετ' αὐτοῦ τὰ χίλια ἔτη.

καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη,
λυθήσεται ὁ σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,
καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς,
τὸν Γὼγ καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον,
ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.
     καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς
     καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην.
καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς:
καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου,
ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης,
καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ' αὐτόν,
οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός,
καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
     καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς,
     ἑστῶτας ἐνώπιον τοῦ θρόνου,
     καὶ βιβλία ἠνοίχθησαν:
          καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς:
          καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
     καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ,
     καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς,
     καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.
καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός.
οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.
καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος
ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

Even Years: Nicholas Casabilas, Life in Christ, Book 3 (PG 150, 578-579)

Ἐπεὶ καὶ ὁ τοῦ βαπτίσματος φωτισμὸς ἐνίεται μὲν εὐθὺς λουσαμένων ταῖς τῶν τελουμένων ψυχαῖς, ἔστι δὲ τηνικαῦτα δῆλος οὐ πᾶσιν, ἐνίοις δὲ τῶν σπουδίων διὰ χρόνου φαίνεται ἱδρῶσι πολλοῖς καὶ πόνοις καὶ τῇ περὶ τὸν Χριστὸν ἀγάπῃ τὸν τῆς ψυχῆς καθάρασιν όφθαλμὸν, διὰ τοῦτο τὸ μύρον προσευχῆς μὲν οἶκοι πρὸς τὰς εὐχὰς ἡμῖν βοηθοῦσι. Χριόμενοι γὰρ τῷ μύρῳ τοῦτ αὐτὸ γίνονται ἡμῖν ὃ καλοῦνται, διότι τὸ κενωθὲν μύρον παράκλητος ἡμῖν ἐστι πρὸς τὸν Θεὸν καὶ Πατέρα δι αὐτὸ τοῦτο, ὅτι κεκένωται καὶ χρίσμα γέγονε, καὶ μέχρι τῆς φύσεως ἐχέθη τῆς ἡμετέρας.

Τὰ θυσιαστήρια δὲ τὴν τοῦ Σωτῆρος μιμεῖται χεῖρα, καὶ τὸν ἄρτον ἀπὸ τῆς ἀληλιμμένης τραπέζης ὥσπερ ἀπὸ τῆς ἀκηράτου χειρὸς ἐκείνης Χριστοῦ κομιζόμεθα σῶμα, καὶ πίνομεν τοῦ αἵματος αὐτοῦ, καθάπερ οἷς πρώτοις ὁ Δεσπότης τῆς ἱερᾶς ἐκοινώνησε τραπέζης, τὴν φρίκης γέμουσαν φιλοτησίαν προπίνων.

Ἐπεὶ γὰρ ὁ αὐτὸς καὶ ἱερεύς ἐστι καὶ θυσιαστήριον, καὶ θυσία καὶ προσάγων, καὶ δι οὗ προσάγει καὶ ὃ προσάγει, τοῖς μυστηρίους διεῖλεν, ἐκεῖνο μὲν τῷ μήρῳ διδούς. Καὶ γὰρ θυσιαστήριον μέν ἐστιν ὁ Σωτὴρ, καὶ θύων διὰ τὸ χρίσμα. τό τε γὰρ θυσιαστήριον ἄνωθεν οὕτω καθίστατο χριόμενον, τοῖς τε ἱερεῦσι τοῦτο ἦν ἱερεῦσιν εἶναι τὸ χριστοῖς εἶναι, θυσία δὲ διὰ τὸν σταυρὸν καὶ τὸν θάνατον ἀνθὧν ὑπὲρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀπέθανε δόξης· τὸν θάνατον δὲ καταγγέλλομεν καὶ τὴν σφαγὴν, ὁσάκις, φησὶ, τὸν ἄρτον τοῦτον ἐσθίομεν.

Ἐτι δὲ μύρον μέν ἐστιν ὁ Χριστὸς καὶ χρίσμα διὰ τὸ Πνεῦμα τὸ ἅγιον, δι ὃ δρᾶσαι μὲν τὰ ἱερώτατα πάντων καὶ ἁγιάσαι, ἁγιασθῆναι δὲ καὶ ὁτιοῦν παθεῖν οὐδὲν εἶχε. Ταῦτα δὲ θυσιαστηρίου τε ἦν καὶ θύοντος καὶ προσάγοντος, οὐ προσαγομένου καὶ θυομένου· καὶ γὰρ καὶ τὸ θυσιαστήριον ἁγιάζειν λέγεται. Τὸ θυσιαστήριον γὰρ, φησὶ, τὸ ἁγίαζον τὸ δῶρον, ἄρτος δὲ τῆς σαρκὸς ἕνεκα τῆς ἁγιασθείσης καὶ θεωθείσης καὶ ἄμφω ταῦτα, τό τε χρίσμα δεξαμένης καὶ τὴν πληγήν. Ὁ γὰρ ἄρτος, φησὶν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω, δηλονότι θύων ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Διὰ ταῦτα προσάγεται μὲν ὡς ἄρτος, προσάγει δὲ ὥς μύρον, καὶ ἑαυτὸν τὴν σάρκα θυώσας καὶ ἡμᾶς λαμβάνων τοῦ χρίσματος κοινωνοὺς,

ὧν Ἰακὼβ ὑποφαίνων τὸν τύπον ἐλαίῳ λίθον ἀλείψας ἀνέθηκε τῷ Θεῷ, τούτῳ δὴ τῷ τῷ χρῖσαι προσαγαγών· εἴτε τὴν σάρκα τοῦ Σωτῆρος τὸν ἀκρογωνιαῖον αἰνιττόμενος λίθον, ᾗ τὸ τῆς θεότητος ἐπέχεε μύρον ὁ ἀληθινὸς Ἰσραὴλ, ὁ νοῦς ὁ μόνος εἰδὼς τὸν Πατέρα, εἶτε ἡμᾶς, οὓς ἐκ τῶν λίθων αὐτὸς ἐγείρει τέκνα τῷ Ἀβραὰμ τῷ μεταδοῦναι τοῦ χρίσματος. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον ἐπιχεόμενον χριομένοις τά τε ἄλλα ἡμῖν καὶ πνεῦμα υἱοθεσίας ἐστὶ καὶ μαρτυρεῖ, φησὶ, τῷ πνεύματι ἡμῶν, ὁτι ἐσμὲν τέκνα Θεοῦ, ἐν ταῖς καρδίαις ἡμῶν κράζον· Ἀββᾶ ὁ Πατήρ. Τοιαῦτα βοηθεῖ τὸ θειότατον μύρον τοῖς ζῇν ἐν Χριστῷ βουλομένοις.

Odd Years: A letter to Diognetus, 5-6

Χριστιανοὶ γὰρ οὔτε γῇ οὔτε φωνῇ οὔτε ἔθεσι διακεκριμένοι τῶν λοιπῶν εἰσιν ἀνθρώπων. οὔτε γάρ που πόλεις ἰδίας κατοικοῦσιν οὔτε διαλέκτῳ τινὶ παρηλλαγμένῃ χρῶνται οὔτε βίον παράσημον ἀσκοῦσιν. οὐ μὴν ἐπινοίᾳ τινὶ καὶ φροντίδι πολυπραγμόνων ἀνθρώπων μάθημα τοῦτ᾽ αὐτοῖς ἐστιν εὑρημένον, οὐδὲ δόγματος ἀνθρωπίνου προεστᾶσιν, ὥσπερ ἔνιοι.

κατοικοῦντες δὲ πόλεις ἑλληνίδας τε καὶ βαρβάρους, ὡς ἕκαστος ἐκληρώθη, καὶ τοῖς ἐγχωρίοις ἔθεσιν ἀκολουθοῦντες ἔν τε ἐσθῆτι καὶ διαίτῃ καὶ τῷ λοιπῷ βίῳ θαυμαστὴν καὶ ὁμολογουμένως παράδοξον ἐνδείκνυνται τὴν κατάστασιν τῆς ἑαυτῶν πολιτείας. πατρίδας οἰκοῦσιν ἰδίας, ἀλλ᾽ ὡς πάροικοι· μετέχουσι πάντων ὡς πολῖται, καὶ πάνθ᾽ ὑπομένουσιν ὡς ξένοι· πᾶσα ξένη πατρίς ἐστιν αὐτῶν, καὶ πᾶσα πατρὶς ξένη. γαμοῦσιν ὡς πάντες, τεκνογονοῦσιν· ἀλλ᾽ οὐ ῥίπτουσιν τὰ γεννώμενα. τράπεζαν κοινὴν παρατίθενται, ἀλλ᾽ οὐ κοίτην.

ἐν σαρκὶ τυγχάνουσιν, ἀλλ᾽ οὐ κατὰ σάρκα ζῶσιν. ἐπι γῆς διατρίβουσιν, ἀλλ᾽ ἐν οὐρανῷ πολιτεύονται. πείθονται τοῖς ὡρισμένοις νόμοις, καὶ τοῖς ἰδίοις βίοις νικῶσιν τοῦς νόμους. ἀγαπῶσι πάντας, καὶ ὑπὸ πάντων διώκονται. ἀγνοοῦνται, καὶ κατακρίνονται· θανατοῦνται, καὶ ζωοποιοῦνται. πτωχεύουσι, καὶ πλουτίζουσι πολλούς· πάντων ὐστεροῦνται, καὶ ἐν πᾶσι περισσεύουσιν. ἀτιμοῦνται, καὶ ἐν ταῖς ἀτιμίας δοξάζονται. βλασφημοῦνται, καὶ δικαιοῦνται. λοιδοροῦνται, καὶ εὐλογοῦσιν· ὑβρίζονται, καὶ τιμῶσιν. ἀγαθοποιοῦντες ὡς κακοὶ κολάζονται· κολαζόμενοι χαίρουσιν ὡς ζωοποιούμενοι. ὑπὸ Ἰουδαίων ὡς ἀλλόφυλοι πολεμοῦνται καὶ ὑπὸ Ἑλλήνων διώκονκαι· καὶ τὴν αἰτίαν τῆς ἔχθρας εἰπεῖν οἱ μισοῦντες οὐκ ἔχουσιν.

Ἁπλῶς δ᾽ εἰπεῖν, ὅπερ ἐστὶν σώματι ψυχή, τοῦτ᾽ εἰσὶν ἐν κόσμῳ Χριστιανοί. ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή, καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις. οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δὲ ἐκ τοῦ σώματος· καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν, οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου. ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι· καὶ Χριστιανοῖ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ ἀόρατος δὲ αὐτῶν ἡ θεοσέβεια μένει. μισεῖ τὴν ψυχὴν ἡ σὰρξ καὶ πολεμεῖ μηδὲν ἀδικουμένη, διότι ταῖς ἡδοναῖς κωλύεται χρῆσθαι· μισεῖ καὶ Χριστιανοὺς ὁ κόσμος μηδὲν ἀδικούμενος, ὅτι ταῖς ἡδοναῖς ἀντιτάσσονται.

ἡ ψυχὴ τὴν μισοῦσαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη· καὶ Χριστιανοὶ τοὺς μισοῦντας ἀγαπῶσιν. ἐγκέκλεισται μὲν ἡ ψυχὴ τῷ σώματι, συνέχει δὲ αὐτὴ τὸ σῶμα· καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ, αὐτοὶ δὲ συνέχουσι τὸν κὸσμον. ἀθάνατος ἡ ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ· καὶ Χριστιανοὶ παροικοῦσιν ἐν φθαρτοὶς, τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσδεχόμενοι. κακουργουμένη σιτίοις καὶ ποτοῖς ἡ ψυχὴ βελτιοῦται· καὶ Χριστιανοὶ κολαζόμενοι καθ᾽ ἡμέραν πλεονάζουσι μᾶλλον. εἰς τοσαύτην αὐτοὺς τάξιν ἔθετο ὁ θεός, ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι.

Prayer