READINGS: EASTER TUESDAY IV

Invitatory Psalm & BACK


Psalm 102: Hebrew English     Then BACK

Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, - Ἁλληλουϊά — θάνατος αὐτοῦ οὐκέτι κυριεύει - Ἁλληλουϊά.

Even Years: Acts 13:14b-43

14 καὶ [εἰσ]ελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.

15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες,

ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.

16 ἀναστὰς δὲ παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν: ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.

17 ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν,

καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ αἰγύπτου,

καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,

18 καὶ ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,

19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν 20 ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα.

καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως σαμουὴλ [τοῦ] προφήτου.

21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν σαοὺλ υἱὸν κίς, ἄνδρα ἐκ φυλῆς βενιαμίν, ἔτη τεσσεράκοντα.

22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, εὗρον δαυὶδ τὸν τοῦ ἰεσσαί,

ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.

23 τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν,

24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.

25 ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγεν, τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ: ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.

26 ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.

27 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες

καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,

28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο πιλᾶτον ἀναιρεθῆναι αὐτόν:

29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα,

καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.

30 ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν:

31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς γαλιλαίας εἰς Ἰερουσαλήμ,

οἵτινες [νῦν] εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.

32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,

33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις [αὐτῶν] ἡμῖν ἀναστήσας Ἰησοῦν,

ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.

34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν,

οὕτως εἴρηκεν ὅτι δώσω ὑμῖν τὰ ὅσια δαυὶδ τὰ πιστά.

35 διότι καὶ ἐν ἑτέρῳ λέγει, οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

36 δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ

ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν,

37 ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.

38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται,

[καὶ] ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι

39 ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.

40 βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις,

41 ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε,
ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν,
ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.

42 ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.

43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ παύλῳ καὶ τῷ βαρναβᾷ,

οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ.

Odd Years: Revelation 14:1-13

καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιών,
καὶ μετ' αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες
ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ
γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
     καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ
     ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης,
     καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
          καὶ ᾄδουσιν ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου
          καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων:
     καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν
     εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες,
     οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν,
παρθένοι γάρ εἰσιν.
οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ.
οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ,
καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος:
ἄμωμοί εἰσιν.

καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι,
ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς
καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
λέγων ἐν φωνῇ μεγάλῃ,
     φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν,
     ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ,
     καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν
     καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.
καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησεν λέγων,
     ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη,
     ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ,
     εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ,
     καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
     καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ
     τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ,
     καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ
     ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου.
     καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει,
     καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός,
     οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ,
     καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
     ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν,
     οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.

καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης, γράψον:
     μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ' ἄρτι.
     ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν:
     τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ' αὐτῶν.

Even Years: Cyril of Alexandria, On 2 Corinthians 2:14 (PG 74, 925-926)

Εὐχαριστοῦσιν οἱ ἀπόστολοι δοκιμαζόμενοι καὶ πονοῦντες καὶ καυχῶνται τοῖς ἀγῶσιν τοῖς διὰ Χριστόν· ὥσπερ γὰρ ὑπὲρ ἡμῶν τεθριάμβευται Χριστὸς τὸν ἐπὶ ξύλου θάνατον ἀνατλὰς, καὶ τελειωθεὶς διὰ παθημάτων, οὕτω καὶ αὐτοὶ θριαμβεύεσθαί φασιν ὑπὲρ αὐτοῦ, τουτέστι γνωρίζεσθαι τοῖς ἁπανταχῆ καὶ καταλαμπρύνεσθαι διὰ πειρασμῶν καὶ νικᾶν τὸν κόσμον, διά γε τοῦ πάντα παθεῖν ἑτοίμως ἔχειν καὶ λίαν ἀσμένως ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ·

εἰσὶ γάρ εἰσι μέτοχοι τῶν αὐτοῦ παθημάτων, ὡς φησὶ, καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνοί· Θεὸν δὲ εἶναί φασι τὸν θριαμβεύοντα αὐτοὺς, οὐχ ὡς ἐνιέντα τῷ πάσχειν αὐτοὺς οὔτε μὴν ὡς θλίψεις ἐπισωρεύοντα, ἀλλ' ὅτι κατὰ τὸ αὐτῷ δοκοῦν τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν διακηρύττοντες τὸν Ἰησοῦν, τοῖς ὑπὲρ αὐτοῦ περιπίπτουσι πειρασμοῖς· ἄνευ γὰρ πειρασμῶν εὐδοκιμεῖν ἀδύνατον· ὁ δὲ τούτων καρπὸς ὅτι πάσχουσιν ἐν Χριστῷ, τουτέστι διὰ τὸν Χριστὸν, ὅπερ ἐστὶν εὐκλεὲς καὶ ἐλπίδων ἀνάμεστον ἀγαθῶν.

Ποία δέ τις ἄρα ἐστὶν ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ διὰ τῶν ἁγίων ἀποστόλων τῷ κόσμῳ φανερουμένη καὶ ἐν παντὶ τόπῳ, καθά φασιν αὐτοὶ, διδάξει πάλιν αὐτὸς ὁ θεσπέσιος Παῦλος ἐκεῖνο λέγων Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ Χριστοῦ· καὶ πάλιν Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Χριστὸν Ἰησοῦν, καὶ τοῦτον ἐσταυρωμένον.

εἶτα τίνα τρόπον ὁ γεννηθεὶς ἐκ γυναικὸς, ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον ὑποδὺς, εἰ καὶ ἀνεβίω πάλιν, ὀσμὴ τῆς γνώσεως ἔσται τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καθάπερ οἴονταί τινες ψιλὸς καθ' ἡμᾶς, ἤγουν θεοφόρος, ἄνθρωπος νοεῖται Χριστὸς, καὶ οὐκ αὐτὸ κατὰ φύσιν ὑπάρχων Θεὸς, κἂν εἰ νοοῖτο προλαβὼν τὸ ἀνθρώπινον οἰκονομικῶς ὁ ἐκ Θεοῦ Λόγος;

οὐ γὰρ ἔν γε τῷ εἶναι καθ' ἡμᾶς καὶ πέρα τοῦ μηδὲν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐωδιάσει φύσιν, οὐδ' ἂν ὀσμὴ γένοιτο τοῦ μὴ εἰδότος θάνατον ὁ θάνατον ἀνατλάς· πῶς οὖν ὀσμὴ τῆς γνώσεως τοῦ Πατρὸς ὁ Χριστός; ἢ δῆλον ὅτι καθὸ νοεῖται καὶ ἔστι Θεὸς, κἂν εἰ πέφηνεν ἐν σαρκὶ δι' ἡμᾶς; ἐπεὶ τίνα τρόπον οἱ διακηρύσσοντες τὸν Χριστὸν καταγγέλλουσι τῷ κόσμῳ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν; ἢ πῶς ἂν εἰδεῖεν τὸν Ἰησοῦν; τίνα δὲ τρόπον καὶ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ τὸν κόσμον ἑαυτῷ καταλλάττειν λέγεται παρὰ τῶν ἁγίων μυσταγωγῶν, εἰ μὴ συνεισδέξαιτό τις τῷ ἐκ Θεοῦ φύντι Λόγῳ πρὸς ἕνωσιν τὸ ἀνθρώπινον, ἀπαιτούσης τοῦτο τῆς σοφῆς οἰκονομίας;

καταγγέλλουσι γὰρ οἱ θεσπέσιοι μαθηταὶ λαλοῦντες ἐν πνεύματι, οὐχ ὡς ἐν ἀνθρώπῳ κατοικήσαντα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλ' ὡς σάρκα γεγονότα, τουτέστιν ἑνωθέντα σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν· οὕτω γὰρ ἂν εἴη καὶ τῆς δόξης κύριος ὁ ἐσταυρωμένος·

οὐκοῦν κἂν εἰ νοοῖτο μετὰ σαρκὸς, κἂν εἰ τοῦτο μὲν οὐχὶ, καταμόνας δὲ ὥσπερ καὶ οὔπω καθ' ἡμᾶς γεγονὼς, ὁ ἐκ Θεοῦ Λόγος, ὀσμὴ τῆς γνώσεώς ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐν ἰδίᾳ φύσει τὸν ἐξ οὗπέρ ἐστιν εὐωδιάζων εἰς ἡμᾶς.

Odd Years: Peter Chrysologus, Sermon 108, (PL 52, 499-500)

Obsecro vos per misericordiam Dei. Rogat Paulus, immo per Paulum rogat Deus, quia plus amari vult quam timeri. Rogat Deus quia non tam Dominus esse vult quam pater. Rogat Deus per misericordiam, ne vindicet per rigorem.

Audi rogantem Dominum: Videte, videte in me corpus vestrum, membra vestra, vestra viscera, ossa vestra, vestrum sanguinem. Et si quod Dei est timetis, quare vel quod vestrum est non amatis? Si Dominum fugitis, quare non recurritis ad parentem?

Sed forte vos passionis meae, quam fecistis, magnitudo confundit. Nolite timere. Crux haec non meus sed mortis est aculeus. Clavi isti non mihi infigunt dolorem, sed vestram mihi infigunt altius caritatem. Vulnera haec non educunt gemitus meos, sed magis vos meis visceribus introducunt. Extensio corporis mei vos dilatat in gremium, non meam crescit in poenam. Sanguis meus non mihi deperit, sed vestrum prorogatur in pretium.

Venite ergo, redite et vel sic probate patrem, quem videtis pro malis bona, pro iniuriis amorem, pro vulneribus tantis tantam reddere caritatem.

Sed iam quid obsecret Apostolus audiamus: Obsecro, inquit, vos, ut exhibeatis corpora vestra. Apostolus, rogando sic, omnes homines ad sacerdotale fastigium provexit: Ut exhibeatis corpora vestra hostiam vivam.

O inauditum christiani pontificatus officium, quando homo sibi ipse est et hostia et sacerdos; quando homo non extrinsecus quod Deo est immolaturus inquirit; quando homo secum, et in se, et quod pro se est, deo sacrificaturus apportat; quando et eadem manet hostia, idem permanet et sacerdos; quando hostia mactatur et vivit, sacerdos nescit occidere qui litabit.

Mirum sacrificium, ubi corpus sine corpore, sine sanguine sanguis offertur. Obsecro, inquit, vos per misericordiam Dei, ut exhibeatis corpora vestra hostiam vivam.

Fratres, hoc sacrificium Christi descendit ex forma, qua corpus suum pro vita saeculi vitaliter immolavit; et vere corpus suum fecit hostiam vivam, quia vivit occisus. In tali ergo victima mors expenditur, hostia permanet, vivit hostia, mors punitur. Hinc martyres morte nascuntur, fine inchoant, occisione vivunt, et in caelis lucent, qui in terris putabantur exstincti. Obsecro, inquit, vos, fratres, per misericordiam Dei, ut exhibeatis corpora vestra hostiam vivam, sanctam. Hoc est illud quod Propheta cecinit: Sacrificium et oblationem noluisti, corpus autem perfecisti mihi.

Esto, homo, esto Dei sacrificium et sacerdos; non amittas quod tibi divina dedit et concessit auctoritas; induere sanctitatis stolam, praecingere balteum castitatis; sit in velamento capitis tui Christus; crux in frontis tui munimine perseveret; pectori tuo appone divinae scientiae sacramentum; in odorem thymiama semper orationis accende; arripe gladium Spiritus; altare cor tuum pone; et sic corpus tuum admove Dei securus ad victimam.

Deus fidem, non mortem quaerit; votum, non sanguinem sitit; placatur voluntate, non nece.

Prayer