READINGS: EASTER WEDNESDAY III

Invitatory Psalm & BACK


Psalm 89A: Hebrew English     Then BACK

πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν - Ἁλληλουϊά — ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν - Ἁλληλουϊά.

Even Years: Acts 9:23-43

23 ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ ἰουδαῖοι ἀνελεῖν αὐτόν: 9 24 ἐγνώσθη δὲ τῷ σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν: 25 λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.

26 παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς:

καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.

27 βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.

28 καὶ ἦν μετ' αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου,

29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς ἑλληνιστάς: οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.

30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς ταρσόν.

31 ἡ μὲν οὖν ἐκκλησία καθ' ὅλης τῆς ἰουδαίας καὶ γαλιλαίας καὶ σαμαρείας εἶχεν εἰρήνην,

οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου,

καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.

32 ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας λύδδα.

33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.

34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός:

ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.

35 καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες λύδδα καὶ τὸν σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.

36 ἐν ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι ταβιθά, ἣ διερμηνευομένη λέγεται δορκάς: αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.

37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν: λούσαντες δὲ ἔθηκαν [αὐτὴν] ἐν ὑπερῴῳ.

38 ἐγγὺς δὲ οὔσης λύδδας τῇ ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν.

39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς: ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ δορκάς.

40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, ταβιθά, ἀνάστηθι.

ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.

41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.

42 γνωστὸν δὲ ἐγένετο καθ' ὅλης τῆς ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον. 43 ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν ἰόππῃ παρά τινι σίμωνι βυρσεῖ.

Odd Years: Revelation 9:1-12

καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν:
καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν,
καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου
     καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου,
     καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης,
     καὶ ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.
          καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν,
          καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.
          καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς
          οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον,
          εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων.
          καὶ ἐδόθη αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς,
          ἀλλ' ἵνα βασανισθήσονται μῆνας πέντε:
          καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
               καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον
               καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν,
               καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν
               καὶ φεύγει ὁ θάνατος ἀπ' αὐτῶν.
          καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον,
          καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ,
          καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων,
          καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν,
          καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν,
          καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς,
          καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.
          καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα,
          καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
     ἔχουσιν ἐπ' αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου:
     ὄνομα αὐτῷ ἑβραϊστὶ ἀβαδδὼν καὶ ἐν τῇ ἑλληνικῇ ὄνομα ἔχει ἀπολλύων.׃
ἡ οὐαὶ ἡ μία ἀπῆλθεν:
ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.

Even Years: Nicholas Cabasilas, Life in Christ, Book 2 (PG 150, 522-523)

Ἔστι δὴ Χριστῷ συναφθῆναι διὰ πάντων ἐλθοῦσι, δι ὧν ὁ Σωτὴρ ἦλθε, καὶ πάντα καὶ παθοῦσι καὶ γνομένοις ὅσα ἐκεῖνος. Ἐκεῖνος τοίνυν ἡνώθη μὲν αἵματι καὶ σαρκὶ πάσης καθαροῖς ἁμαρτίας· φύσει δὲ ὢν Θεὸς αὐτὸς ἐξ ἀρχῆς καὶ τοῦτο τεθέωκεν, ὃ γέγονεν ὕστερον, τὴν ἀνθρωπείαν φύσιν, τελευτῶν δὲ καὶ ἀπέθανε τῆς σαρκὸς ἕνεκα καὶ ἀνέστη.

Δεῖ τοίνυν καὶ τῆς σαρκὸς αὐτῷ μεταλαβεῖν καὶ τῆς θεώσεως μετασχεῖν καὶ τοῦ τάφου καὶ τῆς ἀναστάσεως κοινωνῆσαι τὸν συναφθῆναι ζητοῦντα· καὶ δὴ βαπτιζόμεθα μὲν, ἵνα τὸν θάνατον ἀποθάνωμεν ἐκεῖνον καὶ τὴν ἀνάστασιν ἀναστῶμεν, χριόμεθα δὲ ἵνα τοῦ χρίσματος τοῦ βασιλικοῦ τῆς θεώσεως αὐτῷ γνώμεθα κοινωνοί. Σιτούμενοι δὲ τὸν ἱερώτατον ἄρτον καὶ τοῦ θειοτάτου πίνοντες ποτηρίου αὐτῆς μετέχομεν τῆς σαρκὸς, αὐτοῦ τοῦ αἵματος, τῶν τῷ Σωτῆρι προσειλημμένων· καὶ τοῦτον τὸν τρόπον συναμτόμεθα τῷ ὑπὲρ ἡμῶν σαρκωθέντι καὶ θεωθέντι καὶ ἀποθανόντι καὶ ἀναστάντι.

Τί οὖν μὴ καὶ τὴν αὐτὴν ἐκείνῳ σώζομεν τάξιν, ἀλλ ὅθεν ἔληξεν, ἀρχόμενοι, ἐν οἷς ἐκεῖνος ἤρξατο, τελευτῶμεν; Ὅτι κατῆλθεν ἵν ἡμεῖς ἀνέλθωμεν, καὶ τῆς αὐτῆς ὑποκειμένης ὁδοῦ τὸ μὲν ἐκείνου πρᾶγμα κάθοδος ἦν, ἡμεῖς δὲ ἀνερχόμεθα· οὐκοῦν ὥσπερ ἐπὶ κλίμακος ὅπερ ἔσχατον ἦν ἐκείνῳ κατερχομένῳ, τοῦτο ἡμῖν ἀνιοῦσι γίνεται πρῶτον. Ἄλλως τε οὐδ ἐξῆν ἑτέρως αὐτῶν ἕνεκα τῶν πραγμάτων.

Τὸ μὲν γὰρ βάπτισμα γέννησις, τὸ δὲ μύρον ἐνεργείας καὶ κινήσεως ἐν ἡμῖν ἔχει λόγον· ὁ δὲ τῆς ζωῆς ἄρτος καὶ τὸ ποτήριον τῆς Εὐχαριστίας βρῶσίς ἐστι καὶ πόσις ἀληθινή. Οὐκ ἔστι δὲ κινηθῆναι ἢ ταφῆναι πρῖν γεννηθῆναι. Ἔτι δὲ τὸ μὲν βάπτισμα Θεῷ τὸν ἄνθρωπον καταλλάττει, τὸ δὲ μύρον τῶν ἐκεῖθεν ἀξιοῖ δώρων, ἡ δὲ τραπέζης δύναμις τὴν σάρκα τοῦ Χριστοῦ καὶ τὸ αἷμα κοινὰ ποιεῖ καὶ τῷ τελουμένῳ.

Ἀμήχανον δὲ πρὶν κατηλλάχθαι μετὰ τῶν φίλων ἑστάναι, καὶ ὧν ἐκείνοις προσῆκεν ἀξιοῦσθαι χαρίτων, καὶ τῷ πονηρῷ καὶ ταὶς ἁμαρτίαις ὑποκειμένους αἵματος πιεῖν καὶ σαρκὸς φαγεῖν τῶν ἀναμαρτήτων. Διὰ ταῦτα λούμεθα πρῶτον, εἶτα χριόμεθα, καὶ οὕτως καθαροὺς καὶ εὐώδεις ἡ τράπεζα δέχεται.

Odd Years: Irenaeus, Against heresies, Book 5:2, 2-3 (SC 153, 30-38)
Μάταιοι δὲ παντελῶς οἱ τῆν πᾶσαν οἰκονομίαν ἀθετοῦντες τοῦ Θεοῦ καὶ τῆν τῆς σαρκὸς σωτηρίαν ἀρνούμενοι καὶ τῆν παλιγγενεσίαν αὐτῆς ἀτιμάζοντες, μὴ εἶναι δεκτικὴν αὐτὴν λέγοντες τῆς ἀφθαρσίας. Εἰ δὲ οὐ σῴζεται αὕτη, οὐδ ἄρα ὁ Κύριος τῷ αἵματι αὐτοῦ ἐλυτρώσατο ἡμᾶς, οὐδὲ τὸ ποτήριον τῆς εὐχαριστίας κοινωνία ἐστὶ τοῦ αἵματος αὐτοῦ, οὐδὲ ὅ ἄρτος ὃν κλπωμεν κοινωνία ἐστὶ τοῦ σώματος αὐτοῦ. Αἷμα γὰρ οὐκ ἔστιν ἀλλ ἢ ἀπὸ φλεβῶν καὶ σαρκῶν καὶ τῆς λοιπῆς τῆς κατὰ τὸν ἄνθρωπον ὑποστάσεως, ἤπερ ἀληθῶς γενόμενος ὁ Λόγος τοῦ Θεοῦ τῷ αἵματι αὐτοῦ ἐλυτρώσατο ἡμᾶς, καθὼς καὶ ὁ ἀπόστολος αὐτῦ φησιν· Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τῆν ἄφεσιν τῶν ἁμαρτιῶν. Completely man are those who reject God's design, and deny the salvation of the flesh and dishonoring its regeneration, saying that it is incapable of incorruption. If our flesh is not saved, then the Lord has not redeemed us with his blood, the Eucharistic chalice does not make us sharers in his blood, and the bread we break does not make us sharers in his body. There can be no blood without veins, flesh, and the rest of the human substance, and this the Word of God actually became: it was with his own blood that he redeemed us. As the Apostle says: In him, through his blood, we have been redeemed, our sins have been forgiven.
Καὶ ἐπειδὴ μέλη αὐτοῦ ἐσμεν καὶ διὰ τῆς κτίσεως τρεφόμεθα, τὴν δὲ κτίσιν αὐτὸς ἡμῖν παρέχει, τὸν ἥλιον αὐτοῦ ἀνατέλλων καὶ βρέχων καθὼς βούλεται, τὸ ἀπὸ τῆς κτίσεως ποτήριον ἴδιον αἷμα ὡμολόγησεν, ἐξ οὗ αὔξει τὸ ἡμέτερον αἷμα, καἰ τὸν ἀπὸ τῆς κτίσεως ἄρτον ἴδιον σῶμα διεβαβαιώσατο, ἀφ οὗ τὰ ἡμέτερα αὔξει σώματα. We are his members and we are nourished by creation, which is his gift to us, for it is he who causes the sun to rise and the rain to fall. He declared that the chalice which comes from his creation was his blood and he makes it the nourishment of our blood. He affirmed that the bread which comes from his creation was his body and he makes it the nourishment of our body.
Ὁπότε οὖν καὶ τὸ κεκαραμένον ποτήριον καὶ ὁ γεγονὼς ἄρτος ἐπιδέχεται τὸν λόγον τοῦ Θεοῦ καὶ γίνεται εὐχαριστία, αἷμα καὶ σῶμα Χριστοῦ, ἐκ τούτων τε αὔξει καὶ συνέστηκεν ἡ τῆς σαρκὸς ἡμῶν ὑπόστασις, πῶς δεκτικὴν μὴ εἶναι τὴν σάρκα λέγουσι τῆς δωρεᾶς τοῦ Θεοῦ, ἥτις ἐστὶ ζωὴ αἰώνιος, τὴν ἀπὸ τοῦ αἵματος καὶ σώματος τοῦ Χριστοῦ τρεφομένην καὶ μέλος αὐτοῦ ὑπάρχουσαν; When the chalice we mix and the bread we bake receive the word of God, the Eucharistic elements become the body and blood of Christ, by which our bodies live and grow. How then can it be said that flesh belonging to the Lord's own body and nourished by his body and blood is incapable of receiving God's gift of eternal life?
Καθὼς ὁ μακάριος ἀπόστολός φησιν ἐν τῇ πρὸς Ἐφεσίους ὅτι Μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, οὐ περὶ πνευματικοῦ τινος καὶ ἀοράτου ἀνθρώπου λέγων ταῦτα, τὸ γὰρ πνεῦμα οὔτε ὀστέα οὔτε σάρκας ἔχει, ἀλλὰ περὶ τῆς κατὰ τὸν ἀληθινὸν ἄνθρωπον οἰκονομίας, τῆς ἐκ σαρκῶν καὶ νεύρων καὶ ὀστέων συνεστώσης, ἥτις καὶ ἐκ τοῦ ποτηρίου ὅ ἐστιν αἷμα αὐτοῦ τρέφεται καὶ ἐκ τοῦ ἄρτου ὅ ἐστι σῶμα αὐτοῦ αὔξεται. Saint Paul says in his Letter to the Ephesians that we are members of his body, of his flesh and bones. He is not speaking of some spiritual and incorporeal kind of person, for spirits do not have flesh and bones. He is speaking of a real human body composed of flesh, sinews, and bones, nourished by the chalice of Christ's blood and receiving growth from the bread which is his body.
Καὶ ὅνπερ τρόπον τὸ ξύλον τῆς ἀμπέλου κλιθὲν εἰς τὴν γῆν τῷ ἰδίῳ καιρῷ ἐκαρποφόρησε, καὶ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν καὶ διαλυθεὶς πολλοστὸς ἠγέρθη διὰ τοῦ Πνεύματος τοῦ Θεοῦ τοῦ συνέχοντος τὰ πάντα, ἔπειτα δὲ διὰ τῆς σοφίας εἰς χρῆσιν ἐλθόντα ἀνθρώπων καὶ προσλαμβανόμενα τὸν λόγον τοῦ Θεοῦ εὐχαριστία γίνεται, ὅπερ ἐστὶ σῶμα καὶ αἷμα τοῦ Χριστοῦ, οὕτως καὶ τὰ ἡμέτερα σώματα ἐξ αὐτῆς τρεφόμενα καὶ κλιθέντα εἰς τὴν γῆν καὶ διαλυθέντα ἐν αὐτῇ ἀναστήσεται ἐν τῷ ἰδίῳ καιρῷ, τοῦ Λόγου τοῦ Θεοῦ τὴν ἔγερσιν αὐτοῖς χαριζομένου εἰς δόξαν Θεοῦ Πατρός, ὃς τῷ θνητῷ τὴν ἀθανασίαν περιποιεῖ καὶ τῶ φθαρτῷ τὴν ἀρθαρσίαν προῖκα χαρίζεται, ὅτι ἡ δύναμις τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τελεῖται. The slip of a vine planted in the ground bears fruit at the proper time. The grain of wheat falls into the ground and decays only to be raised up again and multiplied by the Spirit of God who sustains all things. The Wisdom of God places these things at our service and when they receive God's word they become the Eucharist, which is the body and blood of Christ. In the same way our bodies which have been nourished by the Eucharist will be buried in the earth and will decay, but they will rise again at the appointed time, for the Word of God will raise them up to the glory of God the Father. Then the Father will clothe our mortal nature in immortality and freely endow our corruptible nature with incorruptibility, for God's power is shown most perfectly in weakness.

Prayer