READINGS: EASTER TUESDAY III

Invitatory Psalm & BACK


Psalm 68: Hebrew English     Then BACK

Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, - Ἁλληλουϊά — θάνατος αὐτοῦ οὐκέτι κυριεύει - Ἁλληλουϊά.

Even Years: Acts 9:1-22

1 ὁ δὲ σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ 2 ᾐτήσατο παρ' αὐτοῦ ἐπιστολὰς εἰς δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.

3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ,

4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, σαοὺλ σαούλ, τί με διώκεις;

5 εἶπεν δέ, τίς εἶ, κύριε; ὁ δέ, ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις:

6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.

7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.

8 ἠγέρθη δὲ σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν: χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς δαμασκόν. 9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

10 ἦν δέ τις μαθητὴς ἐν δαμασκῷ ὀνόματι ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος, ἁνανία. ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ, κύριε.

11 ὁ δὲ κύριος πρὸς αὐτόν, ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ ἰούδα σαῦλον ὀνόματι ταρσέα: ἰδοὺ γὰρ προσεύχεται,

12 καὶ εἶδεν ἄνδρα [ἐν ὁράματι] ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ [τὰς] χεῖρας ὅπως ἀναβλέψῃ.

13 ἀπεκρίθη δὲ ἁνανίας, κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ: 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.

15 εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ: 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.

17 ἀπῆλθεν δὲ ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ' αὐτὸν τὰς χεῖρας εἶπεν,

σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου,

ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.

18 καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη,

19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

ἐγένετο δὲ μετὰ τῶν ἐν δαμασκῷ μαθητῶν ἡμέρας τινάς, 20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. 21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ πορθήσας εἰς Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;

22 σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν [τοὺς] ἰουδαίους τοὺς κατοικοῦντας ἐν δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.

Odd Years: Revelation 8:1-13

καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην,
ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.

καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν,
καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν,
καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ
ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων
ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων
ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν,
καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν:
καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν.

καὶ ὁ πρῶτος ἐσάλπισεν:
καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι,
καὶ ἐβλήθη εἰς τὴν γῆν:
καὶ τὸ τρίτον τῆς γῆς κατεκάη,
καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη,
καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.

καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν:
καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν:
καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς,
καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.

καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν:
καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς,
καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ ἄψινθος.
καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον,
καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων,
ὅτι ἐπικράνθησαν.

καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν:
καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων,
ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν
καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς,
καὶ ἡ νὺξ ὁμοίως.

καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ,
οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς
ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.

Even Years: Gregory of Nyssa, Against Eunomios, Book 4 (PG 45, 634. 635-638)

Νῦν μὲν γάρ φησι πρωτότοκον πάσης τῆς κτίσεως, πάλιν δὲ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, εἶτα πρωτότοκον ἐκ τῶν νεκρῶν...

πρωτότοκος γὰρ ἐκ νεκρῶν γίνεται ὁ πρῶτος δι' ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας ἵνα καὶ πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος γινόμενος ὁ τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι, οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο, δι' οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως ἀδελφοὺς ἑαυτοῦ ποιεῖ, καὶ πρωτότοκος γίνεται τῶν μετ' αὐτὸν γεννωμένων ἐκ τοῦ ὕδατός τε καὶ τοῦ πνεύματος· καὶ συνελόντι φάναι, τριῶν οὐσῶν ἐν ἡμῖν τῶν γεννήσεων, δι' ὧν ζωοποιεῖται ἡ ἀνθρωπίνη φύσις, τῆς μὲν ἀπὸ σώματος, τῆς δὲ κατὰ τὸ τῆς παλιγγενεσίας μυστήριον, τῆς δὲ διὰ τῆς ἐλπιζομένης ἐκ τῶν νεκρῶν πάλιν ἀναστάσεως, ἐν ταῖς τρισὶ πρωτότοκος γίνεται,

τῆς μὲν διπλῆς παλιγγενεσίας τῆς δι' ἀμφοτέρων ἐνεργουμένης, διά τε τοῦ βαπτίσματος καὶ διὰ τῆς ἀναστάσεως, αὐτὸς γενόμενος ἀρχηγὸς καθ' ἑκάτερον· ἐν δὲ τῇ σαρκὶ πρωτότοκος γίνεται πρῶτος καὶ μόνος τὸν ἄγνωστον τῇ φύσει τόκον ἐφ' ἑαυτοῦ διὰ τῆς παρθενίας καινοτομήσας, οὗ μηδεὶς ἐν ταῖς τοσαύταις τῶν ἀνθρώπων γενεαῖς καθηγήσατο. εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται, οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκός ἐστιν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν, τήν τε πρώτην καθ' ἣν ἐπλάσθημεν καὶ τὴν δευτέραν καθ' ἣν ἀνεπλάσθημεν, ἀλλ' οὐκ ἂν ἦν τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς παρακοῆς ἠχρειώσαμεν.

ἐκείνης τοίνυν παλαιωθείσης τε καὶ ἀφανισθείσης ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθώς φησιν ὁ ἀπόστολος, ὃς οὐδὲν ἔτι τῶν πεπαλαιωμένων ἐπὶ τῆς δευτέρας κτίσεως ἀξιοῖ βλέπειν, Ἀπεκδυσάμενοι, λέγων, τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ· Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, καὶ Εἴ τις ἐν Χριστῷ, φησί, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά· εἷς γὰρ καὶ ὁ αὐτὸς τῆς ἀνθρωπίνης φύσεως ποιητὴς καὶ τὸ κατ' ἀρχὰς καὶ τὸ μετὰ ταῦτα. τότε λαβὼν χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασε, πάλιν λαβὼν τὸν ἐκ τῆς παρθενίας χοῦν οὐχ ἁπλῶς τὸν ἄνθρωπον ἔπλασεν, ἀλλ' ἑαυτῷ περιέπλασε· τότε ἔκτισε, μετὰ ταῦτα ἐκτίσθη· τότε ὁ λόγος σάρκα ἐποίησε, μετὰ ταῦτα ὁ λόγος σὰρξ ἐγένετο, ἵνα μετασκευάσῃ πρὸς πνεῦμα τὴν ἡμετέραν σάρκα διὰ τοῦ συμμετασχεῖν ἡμῖν σαρκός τε καὶ αἵματος.

ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη, πάντων ἀπαρχὴ γενόμενος καὶ τῶν εἰς ζωὴν γεννωμένων καὶ τῶν δι' ἀναστάσεως νεκρῶν ζωοποιουμένων, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ καὶ ὅλον διὰ τῆς ἐν ἑαυτῷ ἀπαρχῆς συναγιάσῃ τὸ φύραμα.

Odd Years: John Chrysostom, Commentary on John, Book 4, (PG 73, 606-607)

Εἰ γὰρ πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων· πῶς ἂν οὐχὶ μᾶλλον καὶ τὸ ἐπιγνῶναι Χριστὸν δῶρον ἂν γένοιτο τῆς τοῦ Πατρὸς δεξιᾶς; καὶ ἡ τῆς ἀληθείας κατάληψις πῶς οὐκ ἂν φαίνοιτο τῶν ἀνωτάτω πρόξενος ἀγαθῶν, τοσούτῳ μᾶλλον ἂν πρέποι τῆς θείας αὐτὴν ἠρτῆσθαι φιλοτιμίας. Οὐ δίδωσί γε μὴν αὐτοῖς ἀκαθάρτοις ὁ Πατὴρ τὸ ἐπιγνῶναι Χριστὸν, οὐδὲ τοῖς εἰς ἐκτόπους ἀπειθείας ἀποφοιτᾷν μελετήσασι τὴν ἐπωφελεστάτην τοῦ Πνεύματος ἐνέησι χάριν· οὐ γὰρ ἔδει βορβόρῳ τὸ τίμιον ἐπιχεῖσθαι μύρον.

Καὶ γοῦν ὁ μακάριος προφήτης Ἠσαΐας, προεποκαθαίρεσθαι δεῖν ταῖς εἰς πᾶν ἔργον ἀγαθὸν ἐπιθυμίαις, τοὺς ἐγγίζειν ἐθέλοντας τῷ Χριστῷ διὰ τῆς πίστεως ἐπιτάττει βοῶν· Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε. Ἡνίκα δ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.

Ὁρᾷς ὅπως προεξανίστασθαι χρῆναί φησι τῆς ἀσρχαίας ὁδοῦ, καὶ τῶν παρανόμων ἀπανίστασθαι βουλευμάτων, ἵνα τὴν τῶν ἁμαρτιῶν ἄφεσιν κομισώμεθα, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ. Διδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων νόμου, ἀλλὰ κατὰ χάριν τὴν ἐξ αὐτοῦ, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἄνωθεν ἀμνησικακίαν.

Ἀλλ ἐρεῖ τις τυχόν· τοιγαροῦν τί τὸ κωλύσαν αὐτὸν ἀμνσικακῆσαι καὶ Ἰουδαίοις, καὶ τῷ Ἰσραὴλ σὺν ἡμῖν τὴν  ἄφεσιν ἐπιδαψιλεύσασθαι; Ἦν γὰρ δὴ καὶ οὕτως πρέπον τῷ τελείως ἀγαθῷ.

Πῶς δὲ καὶ ἀληθεύσει, φησὶν, ὅταν λέγῃ πρὸς ἡμᾶς· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοῦς εἰς μετάνοιαν;

Τί οὖν πρὸς ταῦτα; Μόνοις τοῖς ἐξ Ἰσραὴλ καὶ πρώτοις ἡ διὰ τοῦ Σωτῆρος προσεπινοεῖται χάρις· ἀπεστάλη γὰρ, ὡς αὐτὸς διεββαιώσατο, πρὸς μόνα τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ γοῦν τοῖς ἐθέλουσι πιστεύειν ἐξῆν καὶ εἰς τὴν ζωὴν ἀνατρέχειν τὴν αἰώνιον. Ἀλλ οἱ μὲν εὐγενεστέρῳ συζῶντες τρόπῳ, καὶ τῆς ἀληθείας ὄντες ἐρευνηταὶ, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς χάριν συνεργὸν λαβόντες εἰς σωτηρίαν διὰ πίστεως ἀνεσώζοντο· ὁ δὲ ἀλαζὼν Φαρισαῖος, καὶ οἱ σκληροκάρδιοι μετ ἐκείνων ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ πιστεύειν οὐκ ἤθελον, καίτοι προπεπαιδευμένοι διὰ Μωσέως καὶ τῶν προφητῶν.

Ἐπειδὴ δὲ διὰ τὴν ἑαυτῶν δυσβουλίαν ἀνάξιοι λοιπὸν τῆς αἰωνίου ζωῆς ἀνεδείκνυντο, τὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἐκομίζοντο φωτισμόν. Ἔχεις καὶ τούτου τὸν τύπον ἐν ἀρχαιοτέροις συγγράμμασιν. Ὅνπερ γὰρ τρόπον τοῖς κατὰ τὴν ἔρημον ἀπιστήσασι τῷ Θεῷ τὸ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἀπαγγελίας οὐ δέδοται, οὕτω καὶ τοῖς διὰ τῆς ἀπειθείας ἀτιμάζουσι τὸν Χριστὸν οὐκ ἐδόθη τὸ εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, ἧς ἦν ὁ τύπος τῆς ἐπαγγελίας ἡ γῆ.

Prayer