READINGS: EASTER WEDNESDAY II

Invitatory Psalm & BACK


Psalm 39: Hebrew English     Then BACK
Psalm 52: Hebrew English     Then BACK

πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν - Ἁλληλουϊά — ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν - Ἁλληλουϊά.

Even Years: Acts 6:1-15

1 ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν ἑλληνιστῶν πρὸς τοὺς ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.

2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν, οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις:

3 ἐπισκέψασθε δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης:

4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.

5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους,

καὶ ἐξελέξαντο στέφανον, ἄνδρα πλήρης πίστεως καὶ πνεύματος ἁγίου, καὶ φίλιππον καὶ πρόχορον καὶ νικάνορα καὶ τίμωνα καὶ παρμενᾶν καὶ νικόλαον προσήλυτον ἀντιοχέα,

6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων,

καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.

7 καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.

8 στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.

9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης λιβερτίνων καὶ κυρηναίων καὶ ἀλεξανδρέων καὶ τῶν ἀπὸ κιλικίας καὶ ἀσίας συζητοῦντες τῷ στεφάνῳ, 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.

11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν:

12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς,

καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον,

13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου [τούτου] καὶ τοῦ νόμου: 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.

15 καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

Odd Years: Revelation 2:12-29

καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον:
τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν:

οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ σατανᾶ,
καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου
καὶ ἐν ταῖς ἡμέραις Ἀντιπᾶς ὁ μάρτυς μου ὁ πιστός μου,
ὃς ἀπεκτάνθη παρ' ὑμῖν, ὅπου ὁ σατανᾶς κατοικεῖ.

ἀλλ' ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ,
ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ,
φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι:
οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
μετανόησον οὖν:
εἰ δὲ μή, ἔρχομαί σοι ταχύ,
καὶ πολεμήσω μετ' αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου,
καὶ δώσω αὐτῷ ψῆφον λευκὴν
καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον
ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.


καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον:
τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ,
ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός,
καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ:
οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου,
καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν,
καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.
καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ' αὐτῆς εἰς θλῖψιν μεγάλην,
ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς:
καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ:
καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας,
καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις,
ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην,
οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ σατανᾶ, ὡς λέγουσιν,
οὐ βάλλω ἐφ' ὑμᾶς ἄλλο βάρος:
πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω.
καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται,
ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Even Years: Nicholas Cabasilas, Life in Christ, Book 1 (PG 150, 511-512)

Ὅλως δὲ εἰ τὸ πᾶν ἤνυσεν ὁ ἀμνὸς ἐκεῖνος, τί τῶν δευτέρων ἔδει τούτων; Τῶν γὰρ τύπων καὶ τῶν εἰκόνων τὴν ζητουμένην εὐδαιμονίαν εἰσενεγκόντων μάτην ἡ ἀλήθεια καὶ τὰ πράγματα. Τό γε μὴν διὰ τοῦ θανάτου τοῦ Χριστοῦ τὴν ἔχθραν καταλυθῆναι, καὶ τὸ μεσότοιχον ἐκ μέσου γενέσθαι καὶ εἰρήνην καὶ δικαιοσύνην ἐπὶ τῶν τοῦ Σωτῆρος ἡμερῶν ἀνατεῖλαι καὶ πάντα ταῦτα, τίνα ἂν ἔτι χώραν ἔχοι, εἰ φίλοι Θεοῦ καὶ δίκαιοι πρὸ τῆς θυσίας ἦσαν ἐκείνης; Τεκμήριον δὲ κἀκεῖνο.

Τότε μὲν γὰρ νόμος ἡμᾶς τῷ Θεῷ συνῆπτε, νῦν δὲ πίστις καὶ χάρις καὶ εἴ τι τούτων ἔχεται. Δῆλον γὰρ ἐντεῦθεν τηνικαῦτα μὲν δουλείαν, νῦν δὲ υἱότητα καὶ φιλίαν τὴν τῶν ἀνθρώπων πρὸς Θεὸν κοινωνίαν εἶναι· ὁ μὲν γὰρ νόμος τοἶς δούλοις, φίλων δὲ καὶ υἱῶν ἡ χάρις καὶ ἡ πίστις καὶ τὸ θαῤῥεῖν. Ἐξ ὧν ἁπάντων γίνεται δῆλον, ὥσπερ πρωτότοκος τῶν νεκρῶν ὁ Σωτὴρ, καὶ οὐκ ἦν ἀναβιῶναι τῶν τεθνηκότων οὐδέν τὴν ἀθάνατον ζωὴν μὴ ἀναστάντος ἐκείνου· τὸν ἴσον τρόπον καὶ πρὸς τὴν ἁγιωσύνην καὶ δικαιοσύνην τοῖς ἀνθρώποις αὐτὸς ἡγήσατο μόνος, καὶ τοῦτο Παῦλος ἔδειξε γράφων, πρόδρομον ὑπὲρ ἡμῶν ἐις τὰ ἁγια τὸν Χριστὸν εἰσεληλυθέναι. Εἰσῆλθε γὰρ εἰς τὰ ἅγια, ἑαυτὸν ἀνενεγκὼν τῷ Πατρὶ, καὶ τοὺς βουλομένους εἰσάγει τῆς ταφῆς αὐτῷ κοινωνοῦντας, οὐκ ἀποθνήσκοντας ὥσπερ ἐκεῖνος, ἀλλ ἐπὶ τοῦ λουτροῦ τὸν θάνατον ἐπιδεικνυμένους ἐκεῖνον, καὶ ἐπὶ τῆς τραπέζης καταγγέλλοντας τῆς ἱερᾶς καὶ χριομένους καὶ εὐωχουμένους ἄῤῥητόν τινα τρόπον αὐτὸν τὸν νεκρωθέντα καὶ ἀναστάντα. Καὶ οὕτω διὰ τῶν πυλῶν τούτων εἰσαγαγὼν εἰς τῆν βασιλείαν καὶ τοῦς σταφάνους ἡγεῖται

Ὁ γὰρ καταλλάξας καὶ συνάψας καὶ εἰρηνοποιήσας τὸν ἄνω κόσμον τοῖς κάτω καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας οὐ δύναται ἀρνήσασθαι ἑαυτὸν, ὁ μακάριος ἔφη Παῦλος. Τὰς μὲν γὰρ πύλας ἐκείνας διὰ τὸν Ἀδὰμ ἀνεῳγυίας, ἐκείνου μή μείναντος ἐφ οἷς ἔδει μένειν, καὶ κλεισθῆναι δήπουθεν εἰκὸς ἦν. Ταύτας δὲ ὁ Χριστὸς αὐτὸς ἀνέῳξεν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δύναται ἁμαρτάνειν· ἡ γὰρ δικαιοσύνη αὐτοῦ, φησὶ, μένει εἰς τὸν αἰῶνα. Ὅθεν ἀνάνκη πᾶσα, μένειν ἀνεῳγμένας καὶ πρὸς μὲν τὴν ζωὴν εἰσάγειν, ἀπὸ δὲ τῆς ζωῆς ἔξοδον οὐδενὶ παρέχειν. Ἦλθον γὰρ, φησὶν ὁ Σωτὴρ, ἵνα ζωὴν ἔχωσι. τοῦτο γάρ ἐστιν ἡ ζωὴ, ἣν ὁ Κύριος ἦκε φέρων, τὸ διὰ τῶν μυστηρίων τούτων ἐλθόντας μετασχεῖν αὐτῷ τοῦ θανάτου καὶ κοινωνῆσαι τοῦ πάθους, καὶ τούτου χωρὶς τὸν θάνατον οὐκ ἔνι διαφυγεῖν.

Odd Years: Leo the Great, Sermon 12 on the Passion, 3,6,7 (CCL 138A, 383-384.386-388)

Non est dubium, dilectissimi, naturam humanam in tantam conexionem a Filio Dei esse susceptam, ut non solum in illo homine, qui est primogenitus totius creaturae, sed etiam in omnibus sanctis suis unus idemque sit Christus; et sicut a membris caput, ita a capite membra dividi non possint.

Quamvis enim non istius vitae sit, sed aeternae, ut sit Deus omnia in omnibus; tamen etiam modo templi sui, quod est Ecclesia, indivisus habitator est, secundum quod ipse promisit, dicens: Ecce ego vobiscum sum omnibus diebus usque ad consummationem saeculi.

Omnia igitur quae Dei Filius ad reconciliationem mundi et fecit et docuit, non in historia tantum praeteritorum novimus, sed etiam in praesentium operum virtute sentimus.

Ipse est, qui, de Spiritu Sancto ex Matre editus Virgine, incontaminatam Ecclesiam suam eadem inspiratione fecundat, ut per baptismatis partum innumerabilis filiorum Dei multitudo gignatur, de quibus dicitur: Qui non ex sanguinibus, neque ex voluntate carnis, neque ex voluntate viri, sed ex Deo nati sunt.

Ipse est, in quo semen Abrahae totius mundi adoptione benedicitur; et fit patriarcha gentium pater, dum promissionis filii fide, non carne nascuntur.

Ipse est qui, nullius gentis exceptionem faciens, de omni natione quae sub caelo est unum sanctarum ovium efficit gregem, et cotidie implet quod promiserat, dicens: Habeo et alias oves, quae non sunt ex hoc ovili, et illas oportet me adducere, et vocem meam audient, et erit unus grex et unus pastor.

Quamvis enim beato Petro principaliter dicat, Pasce oves meas, ab uno tamen Domino ipsa omnium regitur cura pastorum, et venientes ad petram tam laetis tamque irriguis pascuis alit, ut innumerae oves, dilectionis pinguedine roboratae, sicut bonus pastor dignatus est pro ovibus suis animam suam ponere, ita et ipsae non dubitent pro nomine pastoris occumbere.

Ipse est, cui non solum gloriosa martyrum fortitudo, sed etiam omnium renascentium fides in ipsa regeneratione compatitur.

Hoc est, quo Pascha Domini in azymis sinceritatis et veritatis legitime celebratur; dum, fermento veteris malitiae abiecto, nova creatura de ipso Domino inebriatur et pascitur.

Non enim aliud agit participatio corporis et sanguinis Christi, quam ut in id quod sumimus transeamus; et in quo commortui et consepulti et conrescuscitati sumus, ipsum per omnia et spiritu et carne gestemus.

Prayer