READINGS: EASTER FRIDAY II

Invitatory Psalm & BACK


Psalm 38: Hebrew English     Then BACK

In resurrectione tua, Christe, alleluia. — Caeli et terra laetentur, alleluia.

Even Years: Acts 7:17-43

17 καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν αἰγύπτῳ, 18 ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος [ἐπ' αἴγυπτον] ὃς οὐκ ᾔδει τὸν ἰωσήφ.

19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας [ἡμῶν] τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι.

20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ: ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός:

21 ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.

22 καὶ ἐπαιδεύθη Μωϋσῆς [ἐν] πάσῃ σοφίᾳ αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.

23 ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν αἰγύπτιον.

25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς [αὐτοῦ] ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν.

26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών, ἄνδρες, ἀδελφοί ἐστε: ἱνατί ἀδικεῖτε ἀλλήλους; 27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμῶν; 28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν αἰγύπτιον;

29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.

30 καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους σινᾶ ἄγγελος ἐν φλογὶ πυρὸς βάτου.

31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζεν τὸ ὅραμα: προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ κυρίου,

32 ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33 εἶπεν δὲ αὐτῷ ὁ κύριος, λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφ' ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς: καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς αἴγυπτον.

35 τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ θεὸς [καὶ] ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.

36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ αἰγύπτῳ καὶ ἐν ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.

37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ, προφήτην ὑμῖν ἀναστήσει ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.

38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν,

39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς αἴγυπτον,

40 εἰπόντες τῷ ἀαρών, ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν: ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.

41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.

42 ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν,

μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ [ὑμῶν] ῥαιφάν,
τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς: καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα βαβυλῶνος.

Odd Years: Revelation 4:1-11

μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ,
καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ' ἐμοῦ λέγων,
ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.

εὐθέως ἐγενόμην ἐν πνεύματι:
καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,
καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ,
καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ.

καὶ κυκλόθεν τοῦ θρόνου θρόνους εἴκοσι τέσσαρες,
καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους
περιβεβλημένους ἐν ἱματίοις λευκοῖς,
καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί:
καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου,
ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ.

καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα
γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν:
καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι,
καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ,
καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου,
καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ' ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ,
κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν:
καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες,
ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεὸς ὁ παντοκράτωρ,
ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.

καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν
τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ,
τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου
καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες,
ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν,
ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.

Even Years: Basil of Seleucia, Easter Homily (SC 187, 206-214)

Ἅφατος εἰς ἡμᾶς ἡ τοῦ Χριστοῦ φιλανθρωπία καὶ πολλοῖς ἐπλούτισε δώροις τὴν ἑαυτοῦ ἐκκλησίαν. Ὁ μέγας τῇ βουλῇ καὶ δυνατὸς τοῖς ἔγοις τῆς τοῦ νόμου εξηγόρασε κατάρας, παλαιοῦ τὴν φύσιν ἀπήλλαξε χειρογράφου. Ἐθριάμβευσεν ἀπὸ ξύλου τὸν διὰ τοῦ δένδρου σκελίσαντα. Τὸ τοῦ φοβεροῦ θανάτου ἤμβλυνε κέντρον. Τοὺς ὑπὸ τῆς ἁμαρτίας παλαιωθέντας οὐ διὰ πυρός, ἀλλὰ δι ὕδατος ἀνεκαίνισε. Τὸν τριήμερον τάφον ἀναστάσεως ἔδειξε πύλην. Τοὺς ἀπηλλοτριωμένους τῆς πολιτεῖας τοῦ Ἰσραὴλ συμπολίτας τῶν ἁγίων καὶ οἰκείους ἀνέδειξε. Τοῖς ξένοις τῶν διαθηκῶν τῆς ἐπαγγελίας τὰ οὐράνια προσέθηκε μυστήρια. Τοῖς ἐλπίδα μὴ ἔχουσιν ἀρραβῶνα σωτηρίας τὸ πνεῦμα ἐχαρίσατο.

Τοὺς ἀθεόυς ἐν τῷ κοσμῳ τρίαδος ναοὺς ἀπετέλεσε. Τούς ποτε ὄντας μακράν, οὐ τόπῳ ἀλλὰ τρόπῳ, οὐ διαστήματι ἀλλὰ γνώμῳ, οὐ χώρᾳ ἀλλὰ θρησκείᾳ, ἐγγὺς ἐποίησε διὰ τοῦ σωτηρίου σταυροῦ τοὺς ἀφηνιῶντας περιπτυξάμενος.

Ὄντως κατὰ τὸν προφήτην· Τίς ἤκουσε τοιαῦτα καὶ τίς ἑώρακεν οὕτως; Πάντες οἱ ἄγγελοι ἐκπλήττονται τὸ μυστήριον· Πᾶσαι αἱ ἐπουράνιαι δυνάμεις φρίττουσι τὸ θαῦμα. Θρόνος οὐκ ἐκενώθη καὶ κόσμος ἐσώθη. Τῶν οὐρανῶν οὐκ ἀπέστη καὶ τὴν γῆν ἠλευθέρωσε... Βλέπε τοιγαροῦν, ὦ νεοφώτιστε, οἵων ἠξιώθης μυστηρίων. Ἔγγνως τὴν δύναμιν τῇ πείρᾳ. Ἠγοράσθης· μὴ πάλιν σεαυτὸν αἰχμαλωτίσῃς. Ἀπετάξω· μὴ πάλιν δελεασθεὶς συντάξῃ. Ἐξέθου τὸ χειρόγραφον· μερίμνα περὶ τοῦ τόκου. Ἐπιστεύθης τὸ τάλαντον· φρόντιζε τῆς ἐργασίας. Ἐνυμφεύθης τῇ πείρᾳ· μὴ μοιχεύσης τῇ βλασφημίᾳ. Εἰς ἐλευθερίαν ἤχθης· μὴ τὸν ἐλευθερωτὴν ὡς δοῦλον ὑβρίσῃς. Ἐνεδύσω τὸ λαμπρὸν ἱμάτιον· ἄστραψον τῷ συνειδότι. Ἀπέθου τὸ σχῆμα· μὴ λυπήσῃς τὸ πνεῦμα·

τὸ γὰρ τοῦ βαπτίσματος μυστήριον καὶ τὴν ἄμετρον τοῦ σταυρωθέντος χάριν κηρύττων ἄνωθεν ὁ προφήτης ἐβόα· Θελητὴς ἐλέους ἐστίν. Τίς, ὦ προφῆτα; Ὁ δι ἔλεον ἐνανθρωπήσας Χριστός. Ὁ τὰς παρθενικὰς πύλας τῷ τόκῳ μὴ ἀνοίξας αὐτὸς ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς.

Ἐπιστρέψας, τῆς πλάνης γὰρ ἀπήλλαξέ σε. Ὠικτείρησέ σε· ἐπὶ σταυροῦ γὰρ τὴν κοινὴν ἁμαρτίαν ἐθριάμβευσε καὶ κατέδυσε τὰς ἀδικίας ἡμῶν, ἐπεὶ τὰ μυστικὰ τοῦ βαπτίσματος ὕδατα ἀπαλείφει εἰς τὰ βάθη τῆς θαλάσσης τὰς ἁμαρτίας ἡμῶν. Ἐννόει τὴν κολυμβήθραν καὶ κήρυττε τὴν χάριν· τὸ γὰρ βάπτισμα πάντων τῶν ἀγαθῶν ἐστι κεφάλαιον, κόσμου καθάρσιον, φύσεως ἀνακαινισμός, σύντομος λύτρωσις, φάρμακον εὔκολον, ὑγρότης ἁμαρτήματα φλέγουσα, σπόγγος συνειδὸς ἀποκαθαίρων, ἔνδυμα μὴ παλαιούμενον χρόνῳ, γαστὴρ ἀπαθῶς ἐγκυμονοῦσα, τάφος ἀναγεννῶν τοὺς θαπτομένους, βυθὸς ἁμαρτήματα πνίγων, στοιχεῖον διαβόλου μνημεῖον, σφραγὶς τοῦ λαμβάνοντος τεῖχος, συνήγορος τῷ κριτῇ βέβαιος, πηγὴ γεέννης σβεστήριον, δείπνου δεσποτικοῦ πρόξενος χάρις, μυστήριον ἀρχαῖον καὶ νέον καὶ ἐπὶ Μωυσέως σκιογραφηθέν. Αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Odd Years: Theodore the Studite, Sermon on adoration of the cross, (PG 99, 691-694.695)

Ἀγαλλιάσεως καὶ εὐφροσύνης ἡμέρα, ὅτι τὸ σημεῖον τῆς χαρᾶς πάρεστιν· αἰνέσεως καὶ ἐξομολογήσεως χορεία, ὅτι τὸ πανάγιον ξύλον ἐμφανίζεται. Βαβαὶ τοῦ ὑπερτίμου δώρου! Εὖγε οἵα τῆς ὄψεως ὡραιότης! Οὐ σύμμικτόν τινα καλοῦ τε καὶ κακοῦ ἔμφασιν ἔχοντα, ὡς τὸ πρὶν ἐν Ἐδὲμ ξύλον, ἀλλ' ὅλον ὡραῖόν τε καὶ καλὸν καὶ ὁρώμενον, καὶ μεταλαμβανόμενον. Ξύλον γάρ ἐστι ζωοποιοῦν, οὐ θανατοῦν· φωτίζον, οὐκ ἀμαυροῦν· εἰσοικίζον, οὐκ ἀποικίζον τῆς Ἐδέμ· ξύλον ἐκεῖνο, ἐν ᾧ Χριστὸς ἐπιβὰς, ὥσπερ βασιλεὺς ἐπι τεθρίππου, τὸν κρατος ἔχοντα τοῦ θανάτου τὸν διάβολον ὤλεσεν, ἀπαλλάξας τῆς τυράννου δουλείας τὸ ἀνθρώπινον γένος· ξύλον ἐκεῖνο, ἐν ᾧ ὁ Δεσπότης καθάπερ ἄριστεὺς πληγεὶς ἐν πολέμιῳ, χεῖράς τε καὶ πόδας σὺν πλευρᾷ τῇ θέοτώμῳ, ἰάσατο μωλώπων ἁμαρτίας, τὴν ὑπὸ τοῦ πονηροῦ δράκοντος τραυματισθεῖσαν ἡμῶν φύσιν...
Ὤ τῆς τρισολβίου μακαριότητος! ἐπειδὴ τὸ πρὶν διὰ ξύλου τεθανατώμεθα, ἐν ξύλῷ τὴν ἀθανασίαν εὑράμεθα· ὑπὸ ξύλου κατασοφισθέντες τὸ πρότερν, ἐν ξύλῳ τὸν σοφιστὴν ὄφιν ἀπεκρουσάμεθα. Τὰ ἀνταλλάγματα ξένα! Ἀντὶ θανάτου ζωὴ, ἀντὶ φθορᾶς ἀφθαρσία, ἀντ' ὀνείδους δόξα! Εὐκαίρως οὖν ὁ ἱερῦς Ἀπόστολος βεβόηκεν "Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ." Ἐν γὰρ σταυρῷ ἡ ὑπέρσοφος σοφία ἐξανθήσασα, τὰ αὐχήματα τοῦ κόσμου σοφίας ἐμώρανεν· ἐν σταυρῷ παντὸς εἴδησις ἀγαθοῦ καρποφορήσασα, τὰ τῆς κακίας βλαστήματα ἀπεξέτεμε. Τούτου τοῦ ξήλου καὶ τύποι μόνον θαυμασίων εἰσὶν ἐξ αἰῶνος ὅτι μάλιστα γνωρίσματα.
Ὅρα γὰρ, ὀ φιλομαθής! Οὐχὶ ξύλῳ μεκρῷ Νῶε σὺν υἱέσι καὶ γυναιξὶ, πρὸς δὲ παντὶ γένει ζώων κατακλυσμοῦ ὄλεθρον θεοκρίτως ἐκπέφευγεν;... τί δὲ πάλιν ἡ τοῦ Μωσέως ῥάβδος; οὐ τύπος σταυροῦ; πῆ δὲ τοὺς ψευδωνύμους ὄφεις τῶν ἐπαοιδῶν κατεσθίουσα, καὶ ἄρτι μὲν κρούσματι τὴν θάλασσαν τέμνουσα, ἄρτι δὲ ἐπιστρεπτικῶς τὴν ὑγρὰν συνάπτουσα, καὶ τοὺς μὲν δυσμενεῖς καταποντίζουσα, τοὺς δὲ γνησιεύοντας διασώζουσα. Τοιαύτη καὶ ἠ Ἀαρωνῆτιν ῥάβδος, ἀντίτυπος σταυροῦ, αὐτήμερον ἐξανθήσασα, καὶ τὸν γνήσιον τῆς ἱερωσύνης ὑποδείξασα. Καίγε μακροεπεῖν δόξαιμι, συνάγων τοῦ σταυρικοῦ τύπου τὰς ἐμφάσεις. Τοῦτο μὲν, ἡνίκα Ἀβραὰμ συμποδήσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπάνω τῶν ξύλων...
Σταυρῷ νενέκρωται θάνατος, καὶ Ἀδὰμ ἐζωοποίηται· σταυρῷ κεκαύχηται πᾶς ἄπόστολος, καὶ μάρτυς ἐστεφάνωται, καὶ ὡσίωται ὅσιος· σταυρῷ Χριστὸν ἐνδεδύμεθα, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα· σταυρῷ σεσηκειώμεθα Χριστοῦ πρόβατα, καὶ τῇ ἄνω μάνδρᾳ συνταττόμεθα.

Prayer