READINGS 30 DECEMBER

Invitatory Psalm & BACK


Psalm 85

Psalm 89

הוֹדִיעַ יְהוָה — יְשׁוּעָתוֹ

Even Years: Colossians 1:21—2:7

καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς,
νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου,
παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ,
      εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι
      καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε,
τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν,
οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.

      νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν,
      καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου
      ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
      ἧς ἐγενόμην ἐγὼ διάκονος
            κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι
            εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ,
                  τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν—
                  νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
                  οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι
            τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν,
            ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης:
      ὃν ἡμεῖς καταγγέλλομεν
      νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ,
      ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ:
      εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ
      τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

      θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν
      καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί,
      ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν,
      συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως,
            εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, Χριστοῦ,
            ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.
      τοῦτο λέγω ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
      εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι,
      χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.

ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον,
ἐν αὐτῷ περιπατεῖτε,
ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ
καὶ βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε,
περισσεύοντες ἐν εὐχαριστίᾳ.

Odd Years: Canticle of Canticles 1:12-2:7

עַד־שֶׁהַמֶּלֶךְ בִּמְסִבּוֹ נִרְדִּי נָתַן רֵיחוֹ׃
13 צְרוֹר הַמֹּר דּוֹדִי לִי בֵּין שָׁדַי יָלִין׃
14 אֶשְׁכֹּל הַכֹּפֶר דּוֹדִי לִי בְּכַרְמֵי עֵין גֶּדִי׃ ס
15 הִנָּךְ יָפָה רַעְיָתִי הִנָּךְ יָפָה עֵינַיִךְ יוֹנִים׃
16 הִנְּךָ יָפֶה דוֹדִי אַף נָעִים אַף־עַרְשֵׂנוּ רַעֲנָנָה׃
17 קֹרוֹת בָּתֵּינוּ אֲרָזִים רַחִיטֵנוּ בְּרוֹתִים׃
2: 1 אֲנִי חֲבַצֶּלֶת הַשָּׁרוֹן שׁוֹשַׁנַּת הָעֲמָקִים׃
2 כְּשׁוֹשַׁנָּה בֵּין הַחוֹחִים כֵּן רַעְיָתִי בֵּין הַבָּנוֹת׃
3 כְּתַפּוּחַ בַּעֲצֵי הַיַּעַר כֵּן דּוֹדִי בֵּין הַבָּנִים בְּצִלּוֹ חִמַּדְתִּי וְיָשַׁבְתִּי וּפִרְיוֹ מָתוֹק לְחִכִּי׃
4 הֱבִיאַנִי אֶל־בֵּית הַיָּיִן וְדִגְלוֹ עָלַי אַהֲבָה׃
5 סַמְּכוּנִי בָּאֲשִׁישׁוֹת רַפְּדוּנִי בַּתַּפּוּחִים כִּי־חוֹלַת אַהֲבָה אָנִי׃
6 שְׂמֹאלוֹ תַּחַת לְרֹאשִׁי וִימִינוֹ תְּחַבְּקֵנִי׃
7 הִשְׁבַּעְתִּי אֶתְכֶם בְּנוֹת יְרוּשָׁלַםִ בִּצְבָאוֹת אוֹ בְּאַיְלוֹת הַשָּׂדֶה אִם־תָּעִירוּ וְאִם־תְּעוֹרְ&# 1512;וּ אֶת־הָאַהֲבָה עַד שֶׁתֶּחְפָּץ׃ ס

Even Years: St. Hippolytus, The refutation of heresies, ch. 10 [PG 16, under "Origen"]
Ὧ πάντες ἄνθρωποι, οὐ κενοῖς ῥήμασι πειθομένων, οὐδὲ σχεδιάσμασι καρδίας συναρπαζομένων, οὐδὲ πιθανότητι εὐεπείας λόγων θελγομένων, ἀλλὰ δυνάμει θειᾳ λόγοις λελαλημένοις οὐκ ἀπειθούντων. Καὶ ταῦτα Θεὸς ἐκέλευε Λόγῳ. Ὁ δὲ Λόγος ἐφθέγγετο λέγων, δι αὐτῶν ἐπιστρέφων τὸν ἄνθρωπον ἐκ παρακοῆς, οὺ βίᾳ ἀνάγκης δουλαγωγῶν, ἀλλ ἐπ ἐλευθερίαν ἑκουσίῳ προαιρέσει καλῶν.  Τοῦτον τὸν Λόγον ἐν ὑστέροις ἀπέστελλεν ὁ Πατὴρ, οὐκέτι διὰ προφήτου λαλεῖν, οὐ σκοτεινῶς κηρυσσόμενον ὑπονοεῖσθαι θέλων, ἀλλ αὐτοψεὶ φανερωθῆναι τοῦτον λέγων, ἵνα κόσμος ὁρῶν δυσωπηθῇ οὐκ ἐντελλόμενον διὰ προσώπου προφητῶν, οὐδὲ δι ἀγγέλου φοβοῦντα ψυχὴν, αλλ αὐτὸν παρόντα τὸν λελαληκότα.  Τοὺτον ἔγνωμεν ἐκ Παρθένου σῶμα ἐνειληφότα καὶ τὸν παλαιὸν ἄνθρωπον διὰ καινῆς πλάσεως πεφορηκότα, ἐν βίῳ διὰ πάσης ἡλικίας ἐληλυθότα, ἱνα πάσῃ ἡλικίᾳ αὐτὸς νόμος γενηθῇ καὶ σκοπὸν τὸν ἴδιον ἄνθρωπον πᾶσιν ἀνθρώποις ἐπιδείξῃ παρὼν, καὶ δι αὐτοῦ ἐλέγξῇ, ὅτι μηδὲ ἐποίησεν ὁ Θεὸς πονηρὸν, καὶ ὡς αὐτεξούσιος ὁ ἄνθρωπος ἔχων τὸ θέλειν καὶ τὸ μὴ θέλειν, δυνατὸς ὢν ἐν ἀμφοτέροις· τοῦτον ἄνθρωπον ἴσμεν ἐκ τοῦ καθ ἡμᾶς φυράματος γεγονέναι. Εἰ γὰρ μὴ ἐκ τοῦ αὐτοῦ ὑπῆρξε, μάτην νομοθετεῖ μιμεῖσθαι τὸν διδάσκαλον. Εἰ γὰρ ἐκεῖνος ὁ ἄνθρωπος ἑτέρας ἐτύγχανεν οῦσίας, τί τὰ ὅμοια κελεύει ἐμοὶ τῷ ἀσθενεῖ πεφυκότι, καὶ πῶς οὕτος ἀγαθὸς καὶ δίκαιος; Ἵνα δὲ μὴ ἕτερος παρ ἡμᾶς νομισθῇ, καὶ κάματον ὑπέμεινε, καὶ πεινῇν ἠθέλησε, καὶ διψῇν οὐκ ἠρνήσατο, καὶ ὕπνῳ ἠρέμησε, καὶ πάθει οὐκ ἀντεῖπε, καὶ θανάτῳ ὑπήκουσε, καὶ ἀνάστασιν ἐφανέρωσεν, ἀπαρξάμενος ἐν πᾶσι τούτοις τὸν ἴδιον ἄνθρωπον, ἵνα σὺ πάσχων μὴ ἀθυμῇς, ἀλλ ἄνθρωπον σεαυτὸν ὁμολογῶν, προσδοκᾷς καὶ σὺ ὅ τούτῳ παρέσχες... Our faith is not founded upon empty words; nor are we carried away by mere caprice or beguiled by specious arguments. On the contrary, we put our faith in words spoken by the power of God, spoken by the Word himself at God's command. God wished to win us back from disobedience, not by using force to reduce us to slavery, but by addressing to our free will a call to liberty. The Word spoke first of all through the prophets, but because the message was couched in such obscure language that it could only dimly be apprehended, in the last days the Father sent the Word in person, commanding him to show himself openly so that the world could see him and be saved. We know that by taking a body from the Virgin he refashioned our fallen nature. [He passed through all stages of life, so that he could be a norm for every age, and show by his presence himself as an example for all men. Through his nature he could demonstrate that God did not make man evil, and that man has free will to assent or not, being capable of either.] We know that his humanity was of the same clay as our own; if this were not so, he would hardly have been a teacher who could expect to be imitated. [For if that man were of a different nature, how could he command my weak person to be like him, good and just?] He wanted us to consider him as no different from ourselves, and so he worked, he was hungry and thirsty, he slept. Without protest he endured his passion, he submitted to death and revealed his resurrection. In all these ways he offered his own manhood as the firstfruits of our race to keep us from losing heart when suffering comes our way and to make us look forward to receiving the same reward as he did, since we know that we possess the same humanity.
Καὶ Θεὸν τὸν ὄντα διδαχθεὶς, ἕξεις δὲ ἀθάνατον τὸ σῶμα καὶ ἄφθαρτον ἅμα ψυχῇ, καὶ βασιλείαν οὐρανῶν ἀπολήψῃ, ὁ ἐν γῇ βιοὺς καὶ ἐπουράνιον βασιλέα ἐπιγνοὺς, ἔσῇ δὲ ὁμιλητὴς Θεοὺ καὶ συγκληρονόμος Χριστοῦ, οὐκ ἐπιθυμίαις ἢ πάθεσι καὶ νόσοις δουλούμενος. Γέγονας γὰρ θεός· ὅσα ἄνθρωπος εἶς, ὅσα δὲ παρακολουθεῖ Θεῷ, ταῦτα παρέχειν ἐπήγγελται θεὸς, ὅτι ἐθεοποιήθης, ἀθάνατος γεννηθείς. Τουτέστι τὸ Γνῶσθι σεαυτὸν, ἐπιγνοὺς τὸν πεποιηκότα θεόν. Τὸ γὰρ ἐπιγνῶναι ἑαυτὸν ἐπιγνωσθῆναι συμβέβηκε τῷ καλουμένῳ ὑπ αὐτοῦ. Μὴ φιλεχθρήσητε τοίνυν ἑαυτοῖς, ἄνθρωποι, μηδὲ τὸ παλινδρομεῖν διστάσητε· Χριστὸς γάρ ἐστιν ὁ κατὰ πάντων Θεὸς, ὃς τὴν ἁμαρτίαν ἐξ ἀνθρώπων ἀποπλύνειν προσέταξε, νέον τὸν παλαιὸν ἄνθρωπον ἀποτελῶν, εἰκόνα τοῦτον καλέσας ἀπ ἀρχῆς διὰ τύπου τὴν εἰς σε ἐπιδεικνύμενος στοργὴν, οὗ προστάγμασιν ὑπακούσας σεμνοῖς, καὶ ἀγαθοῦ ἀγαθὸς γενόμενος μιμητὴς ἔσῇ ὅμοιος ὐπ αὐτοῦ τιμηθείς. Οὐ γὰρ πτωχεύει Θεὸς καὶ σὲ θεὸν ποιήσας εἰς δόξαν αὐτου. When we have come to know the true God, both our bodies and our souls will be immortal and incorruptible. We shall enter the kingdom of heaven, because while we lived on earth we acknowledged heaven's king. Friends of God and co-heirs with Christ, we shall be subject to no evil desires or inclinations, or to any affliction of body or soul for we shall have become divine. It was because of our human condition that God allowed us to endure these things, but when we have been made sharers in his godhead and immortal, he has promised us that his attributes will be ours. The saying, 'Know yourself', means that we should recognize and acknowledge in ourselves the God who made us in his own image, for if we do this, we in turn will be recognized and acknowledged by our Maker. So let us not be at enmity with ourselves, but change our way of life without delay. For Christ who is God, exalted above all creation, has taken away our sin and refashioned our fallen nature. In the beginning God made us in his image and so gave proof of his love for us. If we obey his holy commands and learn to imitate his goodness, we shall be like him and he will honour us. God is not beggarly, and for the sake of his own glory he has given us a share in his divinity.

Odd Years: Gregory of Nyssa, On Canticle of Canticles, Cap 2 (PG 44, 802)

ποῦ ποιμαίνεις ὁ ποιμὴν ὁ καλὸς ὁ αἴρων ἐπὶ τῶν ὤμων ὅλον τὸ ποίμνιον; ἓν γάρ ἐστι πρόβατον πᾶσα ἡ ἀνθρωπίνη φύσις, ἣν ἐπὶ τῶν ὤμων ἀνέλαβες. δεῖξόν μοι τὸν τόπον τῆς χλόης, γνώρισόν μοι τὸ ὕδωρ τῆς ἀναπαύσεως, ἐξάγαγέ με πρὸς τὴν τρόφιμον πόαν, κάλεσόν με ἐκ τοῦ ὀνόματος, ἵνα ἀκούσω τῆς σῆς φωνῆς, ἐγὼ τὸ σὸν πρόβατον, καὶ δός μοι διὰ τῆς φωνῆς σου τὴν ζωὴν τὴν αἰώνιον. ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου.

οὕτω γάρ σε κατονομάζω, ἐπειδὴ τὸ ὄνομά σου ὑπὲρ πᾶν ἐστιν ὄνομα καὶ πάσῃ φύσει λογικῇ ἄφραστόν τε καὶ ἀχώρητον. οὐκοῦν ὄνομά σοί ἐστι γνωριστικὸν τῆς σῆς ἀγαθότητος ἡ τῆς ψυχῆς μου περὶ σὲ σχέσις. πῶς γάρ σε μὴ ἀγαπήσω τὸν οὕτω με ἀγαπήσαντα καὶ ταῦτα μέλαιναν οὖσαν, ὥστε τὴν ψυχήν σου ὑπὲρ τῶν προβάτων θεῖναι, ἃ σὺ ποιμαίνεις; μείζονα ταύτης ἀγάπην οὐκ ἔστιν ἐπινοῆσαι ἢ τὸ τῆς σῆς ψυχῆς τὴν σωτηρίαν τὴν ἐμὴν ἀνταλλάξασθαι.

«δίδαξον οὖν με,» φησί, «ποῦ ποιμαίνεις, »ἵνα εὑροῦσα τὴν σωτήριον νομὴν ἐμφορηθῶ τῆς οὐρανίας τροφῆς, ἧς ὁ μὴ φαγὼν οὐ δύναται εἰς τὴν ζωὴν εἰσελθεῖν, καὶ δραμοῦσα πρὸς σὲ τὴν πηγὴν σπάσω τοῦ θείου πόματος, ὃ σὺ τοῖς διψῶσι πηγάζεις προχέων τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομώσαντος, οὗ ὁ γευσάμενος πηγὴ γίνεται ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

ἐὰν γὰρ ἐν τούτοις με ποιμάνῃς, κοιτάσεις με πάντως ἐν μεσημβρίᾳ, ὅταν ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθεῖσα ἐν τῷ ἀσκίῳ φωτὶ ἀναπαύσωμαι· ἄσκιος γὰρ πανταχόθεν ἡ μεσημβρία τοῦ ἡλίου τῆς κορυφῆς ὑπερλάμποντος, ἐν ᾗ σὺ κοιτάζεις τοὺς ὑπὸ σοῦ ποιμανθέντας, ὅταν τὰ παιδία σου δέξῃ μετὰ σεαυτοῦ εἰς τὴν κοίτην. οὐδεὶς δὲ τῆς ἀναπαύσεως τῆς μεσημβρινῆς ἀξιοῦται μὴ υἱὸς φωτὸς καὶ υἱὸς ἡμέρας γενόμενος. ὁ δὲ κατὰ τὸ ἴσον ἑαυτὸν τοῦ τε ἑσπερινοῦ καὶ τοῦ ὀρθρινοῦ σκότους χωρίσας (τουτέστιν ὅπου ἄρχεται τὸ κακὸν καὶ εἰς ὃ καταλήγει) οὗτος ἐν τῇ μεσημβρίᾳ παρὰ τοῦ ἡλίου τῆς δικαιοσύνης κοιτάζεται.

γνώρισον οὖν μοι, φησί, ποῦ χρή με ποιμαίνεσθαι καὶ τίς ἡ ὁδὸς τῆς μεσημβρινῆς ἀναπαύσεως, μήποτέ με τῆς ἀγαθῆς χειραγωγίας ἀποσφαλεῖσαν ταῖς ἀλλοτρίαις τῶν σῶν ποιμνίων ἀγέλαις ἡ τῆς ἀληθείας ἄγνοια συναγελάσῃ.

ταῦτα εἶπε περὶ τοῦ γενομένου κάλλους αὐτῇ θεόθεν ἀγωνιῶσα καί, ὅπως ἂν εἰς τὸ διηνεκὲς αὐτῇ παραμένοι ἡ εὐμορφία, μαθεῖν ἀξιοῦσα.


Te Deum [English]
Prayer