MIDDAY PENTECOST


Psalm
118
Readings
1 Corinthians 12:13
Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν,
εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι,
καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.

ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον - Ἁλληλουϊά * ἐκεῖνος ὑμᾶς διδάξει πάντα - Ἁλληλουϊά.

Titus 3:5b-7
Ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου.

τὸ πνεῦμα τὸ ἅγιον ὑμᾶς διδάξει - Ἁλληλουϊά * ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν - Ἁλληλουϊά.

2 Corinthians 1:21-22
Ὀ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός,
ὁ καὶ σφραγισάμενος ἡμᾶς
καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις - Ἁλληλουϊά * τὰ μεγαλεῖα τοῦ θεοῦ. - Ἁλληλουϊά.

Prayer