MIDDAY EASTER TIME


Psalms Easter Octave
SunMonTues WedThurFriSatSun
118 8
19
119A
16
23
119B
28
116B
119C
30
A-B
119D
76
A-B
119E
96
A-B
118
RdRdRdRdRdRdRdRd
Sunday
1 Corinthians 15:3b-5
Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,
καὶ ὅτι ἐτάφη,
καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς,
καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα.

ὄντως ἠγέρθη ὁ κύριος - Ἁλληλουϊά — καὶ ὤφθη σίμωνι - Ἁλληλουϊά.


E1
E4
E7

Ephesians 2:4-6
Ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν
συνεζωοποίησεν τῷ Χριστῷ —χάριτί ἐστε σεσῳσμένοι—
καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ.

ἐχάρησαν οἱ μαθηταὶ - Ἁλληλουϊά — ἰδόντες τὸν κύριον - Ἁλληλουϊά.


E2
E5

Romans 6:4
Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον,
ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός,
οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.

μεῖνον μεθ' ἡμῶν - Ἁλληλουϊά — ὅτι πρὸς ἑσπέραν ἐστὶν - Ἁλληλουϊά.

E3
E6
Monday
Revelation 1:17-18
Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός:
καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ' ἐμὲ λέγων, μὴ φοβοῦ:
ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,
καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρὸς
καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου.

ὄντως ἠγέρθη ὁ κύριος - Ἁλληλουϊά — καὶ ὤφθη σίμωνι - Ἁλληλουϊά.


E1
E4
E7

Colossians 2:9-10a,12
Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,
καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ,
ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ
τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.

ἐχάρησαν οἱ μαθηταὶ - Ἁλληλουϊά — ἰδόντες τὸν κύριον - Ἁλληλουϊά.


E2
E5

2 Timothy 2:8,11
Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν,
ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου.
πιστὸς ὁ λόγος:
εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν.

μεῖνον μεθ' ἡμῶν - Ἁλληλουϊά — ὅτι πρὸς ἑσπέραν ἐστὶν - Ἁλληλουϊά.

E3
E6
Tuesday
Acts 4:11-12
Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων,
ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία,
οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.

ὄντως ἠγέρθη ὁ κύριος - Ἁλληλουϊά — καὶ ὤφθη σίμωνι - Ἁλληλουϊά.


E1
E4
E7

1 Peter 3:21-22a
Ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα,
οὐ σαρκὸς ἀπόθεσις ῥύπου
ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν,
δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ.

ἐχάρησαν οἱ μαθηταὶ - Ἁλληλουϊά — ἰδόντες τὸν κύριον - Ἁλληλουϊά.


E2
E5

Colossians 3:1-2
Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε,
οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος:
τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς:
ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ.

μεῖνον μεθ' ἡμῶν - Ἁλληλουϊά — ὅτι πρὸς ἑσπέραν ἐστὶν - Ἁλληλουϊά.

E3
E6
Wednesday
Romans 4:24-25
Ἀλλὰ καὶ δι' ἡμᾶς οἷς μέλλει λογίζεσθαι,
τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν,
ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν
καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

ὄντως ἠγέρθη ὁ κύριος - Ἁλληλουϊά — καὶ ὤφθη σίμωνι - Ἁλληλουϊά.


E1
E4
E7

1 John 5:5-6a
Τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον
εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;
οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός:
οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλ' ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι.

ἐχάρησαν οἱ μαθηταὶ - Ἁλληλουϊά — ἰδόντες τὸν κύριον - Ἁλληλουϊά.


E2
E5

Ephesians 4:23-24
Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν,
καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον
τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.

μεῖνον μεθ' ἡμῶν - Ἁλληλουϊά — ὅτι πρὸς ἑσπέραν ἐστὶν - Ἁλληλουϊά.

E3
E6
Thursday
1 Corinthians 12:13
Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν,
εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι,
καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.

ὄντως ἠγέρθη ὁ κύριος - Ἁλληλουϊά — καὶ ὤφθη σίμωνι - Ἁλληλουϊά.


E1
E4
E7

Titus 3:5b-7
Ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι
κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου.

ἐχάρησαν οἱ μαθηταὶ - Ἁλληλουϊά — ἰδόντες τὸν κύριον - Ἁλληλουϊά.


E2
E5

Colossians 1:12-14
Εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ὑμᾶς
εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί:
ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους
καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.

μεῖνον μεθ' ἡμῶν - Ἁλληλουϊά — ὅτι πρὸς ἑσπέραν ἐστὶν - Ἁλληλουϊά.

E3
E6
Friday
Acts 2:32,36
Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες
ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ
ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός,
τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

ὄντως ἠγέρθη ὁ κύριος - Ἁλληλουϊά — καὶ ὤφθη σίμωνι - Ἁλληλουϊά.


E1
E4
E7

Galatians 3:27-28
Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε:
οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ:
πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.

ἐχάρησαν οἱ μαθηταὶ - Ἁλληλουϊά — ἰδόντες τὸν κύριον - Ἁλληλουϊά.


E2
E5

1 Corinthians 5:7-8
Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.
καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός:
ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας,
ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

μεῖνον μεθ' ἡμῶν - Ἁλληλουϊά — ὅτι πρὸς ἑσπέραν ἐστὶν - Ἁλληλουϊά.

E3
E6
Saturday
Romans 5:10-11
Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ,
πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ:
οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.

ὄντως ἠγέρθη ὁ κύριος - Ἁλληλουϊά — καὶ ὤφθη σίμωνι - Ἁλληλουϊά.


E1
E4
E7

1 Corinthians 15:20-22
νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν:
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν,
οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.

ἐχάρησαν οἱ μαθηταὶ - Ἁλληλουϊά — ἰδόντες τὸν κύριον - Ἁλληλουϊά.


E2
E5

2 Corinthians 5:14-15
ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς,
κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν:
ἄρα οἱ πάντες ἀπέθανον:
καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν
ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.

μεῖνον μεθ' ἡμῶν - Ἁλληλουϊά — ὅτι πρὸς ἑσπέραν ἐστὶν - Ἁλληλουϊά.

E3
E6