Thomas Apostle, 3 July

Kyrie 2
Gloria 2
Da nobis quaesumus Domine
beati Apostoli tui Thomae solemnitatibus gloriari
ut ejus semper et patrociniis sublevemur
et fidem congrua devotione sectemur.
Ephesians 2:19-22
ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι,
ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ,
ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν,
ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ,
ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ,
ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.

John 20:24-29
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς.
25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, ἑωράκαμεν τὸν κύριον.
ὁ δὲ εἶπεν αὐτοῖς, ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων
καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων
καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.

26 καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν.
ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, εἰρήνη ὑμῖν.
27 εἶτα λέγει τῷ Θωμᾷ, φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου,
καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.
28 ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ, ὁ κύριός μου καὶ ὁ θεός μου.
29 λέγει αὐτῷ ὁ Ἰησοῦς, ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.



Debitum tibi Domine nostrae reddimus servitutis
suppliciter exorantes
ut suffragiis beati Thomae Apostoli
in nobis tua munera tuearis
cujus honoranda confessione
laudis tibi hostias immolamus.
Sanctus 2
Canon 1Canon 3
Agnus Dei 2

Adesto nobis misericors Deus
et intercedente pro nobis beato Thoma Apostolo
tua circa nos propitiatus dona custodi.