Peter & Paul, 29 June

Kyrie 2
Gloria 2
Deus qui hodiernam diem Apostolorum tuorum Petri et Pauli martyrio consecrasti
da Ecclesiae tuae eorum in omnibus sequi praeceptum
per quos religionis sumpsit exordium.
Acts 12:1-11
1 κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 ἀνεῖλεν δὲ ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ. 3 ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον ἦσαν δὲ [αἱ] ἡμέραι τῶν ἀζύμων, 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ: προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν περὶ αὐτοῦ. 6 ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7 καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι: πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων, ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν, ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ, περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. 9 καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ' αὐτοῦ. 11 καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν, νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν [ὁ] κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ἰουδαίων.
2 Timothy 4:6-8,17-18
ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.
τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα:
λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος,
ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής,
οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ...
ἀλλὰ πάντες με ἐγκατέλιπον: μὴ αὐτοῖς λογισθείη:
ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με,
ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη,
καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.
ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ
καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον,
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων: ἀμήν.
Matthew 16:13-19
13 ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη καισαρείας τῆς φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων, τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;

14 οἱ δὲ εἶπαν, οἱ μὲν ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ἠλίαν, ἕτεροι δὲ ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν.

15 λέγει αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;

16 ἀποκριθεὶς δὲ σίμων πέτρος εἶπεν, σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.

17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, μακάριος εἶ, σίμων βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.

18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ πέτρος,

καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

19 δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν,

καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς,

καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

Credo


Hostias Domine quas nomini tuo sacrandas offerimus
Apostolica prosequatur oratio
per quam nos expiari tribuas et defendi.
Sanctus 1
Canon 1Canon 3
Agnus Dei 1

Quos caelesti Domine alimento satiasti
Apostolicis intercessionibus ab omni adversitate custodi.