Conversion of St. Paul, 25 Jan.

Kyrie 2
Gloria 2

Deus qui universum mundum beati Pauli Apostoli praedicatione docuisti
da nobis quaesumus
ut qui ejus hodie conversionem colimus
per ejus ad te exempla gradiamur.
Acts 22:3-16
3 ἐγώ εἰμι ἀνὴρ ἰουδαῖος, γεγεννημένος ἐν ταρσῷ τῆς κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας γαμαλιὴλ πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον: 4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, 5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον: παρ' ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν. 6 ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, 7 ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι, σαοὺλ σαούλ, τί με διώκεις; 8 ἐγὼ δὲ ἀπεκρίθην, τίς εἶ, κύριε; εἶπέν τε πρός με, ἐγώ εἰμι Ἰησοῦς ὁ ναζωραῖος ὃν σὺ διώκεις. 9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10 εἶπον δέ, τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με, ἀναστὰς πορεύου εἰς δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς δαμασκόν. 12 ἁνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἰουδαίων, 13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι, σαοὺλ ἀδελφέ, ἀνάβλεψον: κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14 ὁ δὲ εἶπεν, ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, 15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.


Mark 16:15-18

15 καὶ εἶπεν αὐτοῖς, πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.

16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται,

ὁ δὲ ἀπιστήσας κατακριθήσεται.

17 σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει:

ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν,

γλώσσαις λαλήσουσιν καιναῖς,

18 [καὶ ἐν ταῖς χερσὶν] ὄφεις ἀροῦσιν,

κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ,

ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν.



Apostoli tui Pauli precibus Domine
plebis tuae dona sanctifica
ut quae tibi tuo grata sunt instituto
gratiora fiant patrocinio supplicantis.
Sanctus 2
Canon 1Canon 3
Agnus Dei 2

Sanctificati Domine salutari mysterio
quaesumus
ut nobis ejus non desit oratio
cujus nos donasti patrocinio gubernari.