Matthew, 21 Sept.

Kyrie 2
Gloria 2
Beati Apostoli et Evangelistae Matthaei
Domine precibus adjuvemur
ut quod possibilitas nostra non obtinet
ejus nobis intercessione donetur.
Ephesians 4:1-7,11-13
παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ
ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος,
μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης:
      ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν:
      εἷς κύριος, μία πίστις, ἓν βάπτισμα:
      εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
            ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
            διὸ λέγει, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν,
            ἔδωκεν δόματα τοῖς ἀνθρώποις.

Matthew 9:9-13

9 καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, μαθθαῖον λεγόμενον,

καὶ λέγει αὐτῷ, ἀκολούθει μοι.

καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

10 καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.

11 καὶ ἰδόντες οἱ φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
12 ὁ δὲ ἀκούσας εἶπεν, οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες.

13 πορευθέντες δὲ μάθετε τί ἐστιν, ἔλεος θέλω καὶ οὐ θυσίαν: οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς.


Supplicationibus beati Matthaei Apostoli et Evangelistae
quaesumus Domine
Ecclesiae tuae commendetur oblatio
cujus magnificis praedicationibus eruditur.
Sanctus 2
Canon 1Canon 3
Agnus Dei 2

Perceptis Domine sacramentis
beato Matthaeo Apostolo tuo et Evangelista interveniente deprecamur
ur quae pro ejus celebrata sunt gloria
nobis proficiant ad medelam.