Assumption, 15 August

Kyrie 5
Gloria 5
Veneranda nobis Domine hujus diei festivitas opem conferat salutarem
in qua sancta Dei Genitrix mortem subiit temporalem
nec tamen mortis nexibus deprimi potuit
quae Filium tuum Dominum nostrum de se genuit incarnatum.
Revelation 11:19—12:6,10
καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ὁ ἐν τῷ οὐρανῷ,
καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ:
καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη

καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ,
γυνὴ περιβεβλημένη τὸν ἥλιον,
καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς,
καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,
καὶ ἐν γαστρὶ ἔχουσα, καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν.
     καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ,
     καὶ ἰδοὺ δράκων μέγας πυρρός,
     ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα
     καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα,
     καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν.
     καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν,
     ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ.
καὶ ἔτεκεν υἱόν, ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ:
καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.
καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον,
ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ,
ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
     καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν,
     ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν
     καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ,
          ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν,
          ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.

1 Corinthians 15:20-27
νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν:
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν,
οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι:
ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ:
εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί,
ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος:
Luke 1:39-56
39 ἀναστᾶσα δὲ μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον ζαχαρίου καὶ ἠσπάσατο τὴν ἐλισάβετ.

41 καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς μαρίας ἡ ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ ἐλισάβετ, 42 καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν,

εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.

45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.

 

46 καὶ εἶπεν μαριάμ,

μεγαλύνει * ἡ ψυχή μου τὸν κύριον,
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου * ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,

48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν * τῆς δούλης αὐτοῦ.

ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν * μακαριοῦσίν με πᾶσαι αἱ γενεαί:

49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, * καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,

50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς * τοῖς φοβουμένοις αὐτόν.

51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, * διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν:

52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων * καὶ ὕψωσεν ταπεινούς,

53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν * καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, * μνησθῆναι ἐλέους,
55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, * τῷ ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.

56 ἔμεινεν δὲ μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.


Subveniat Domine Plebi tuae Dei Genitricis oratio
quam etsi pro conditione carnis migrasse cognoscimus
in caelesti gloria apud te pro nobis intercedere sentiamus.
Sanctus 5
Canon 1Canon 3
Agnus Dei 5

Mensae caelestis participes effecti
imploramus clementiam tuam Domine Deus noster
ut qui Assumptionem Dei Genitricis colimus
a cunctis malis imminentibus ejus intercessione liberemur.