Luke, 18 Oct.

Kyrie 2
Gloria 2
Interveniat pro nobis quaesumus Domine sanctus tuus Lucas Evangelista
qui crucis mortificationem
jugiter in suo corpore pro tui nominis amore portavit.
2 Timothy 4:10-17
      Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα,
καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν:
      Λουκᾶς ἐστιν μόνος μετ' ἐμοῦ.
Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ,
ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.
      Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.
τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε,
καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
      Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο:
      ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ:
      ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.
ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο,
ἀλλὰ πάντες με ἐγκατέλιπον: μὴ αὐτοῖς λογισθείη:
ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με,
ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη,
καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.

Luke 10:1-9
1 μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ἑτέρους ἑβδομήκοντα [δύο],

καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο [δύο] πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.

2 ἔλεγεν δὲ πρὸς αὐτούς,

ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι:
δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ.

3 ὑπάγετε:

ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.

4 μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.

5 εἰς ἣν δ' ἂν εἰσέλθητε οἰκίαν, πρῶτον λέγετε, εἰρήνη τῷ οἴκῳ τούτῳ.
6 καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ' αὐτὸν ἡ εἰρήνη ὑμῶν:
εἰ δὲ μή γε, ἐφ' ὑμᾶς ἀνακάμψει.

7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ' αὐτῶν,
ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
8 καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,

9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς,
καὶ λέγετε αὐτοῖς, ἤγγικεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.


Donis caelestibus da nobis quaesumus Domine
libera tibi mente servire
ut munera quae deferimus
interveniente beato Evangelista tuo Luca
et medelam nobis operentur et gloriam.
Sanctus 2
Canon 1Canon 3
Agnus Dei 2

Repleti Domine benedictione caelesti
suppliciter exoramus
ut quod fragili celebramus officio
beati Lucae Evangelistae tui nobis proesse sentiamus auxilio.