Holy Innocents, 28 Dec.

Kyrie 2
Gloria 2
Deus cujus hodierna die praeconium Innocentes Martyres
non loquendo sed moriendo confessi sunt
omnia in nobis vitiorum mala mortifica
ut fidem tuam quam lingua nostra loquitur
etiam moribus vita fateatur.
1 John 1:5—2:2
καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπ' αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν,
ὅτι ὁ θεὸς φῶς ἐστιν * καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.
      ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ * καὶ ἐν τῷ σκότει περιπατῶμεν,
      ψευδόμεθα * καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν:
ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν * ὡς αὐτός ἐστιν ἐν τῷ φωτί,
κοινωνίαν ἔχομεν μετ' ἀλλήλων
καὶ τὸ αἷμα Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ * καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.

      ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν,
      ἑαυτοὺς πλανῶμεν * καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.
            ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, * πιστός ἐστιν καὶ δίκαιος
            ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας * καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
      ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν,
      ψεύστην ποιοῦμεν αὐτὸν * καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

            τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε.
            καὶ ἐάν τις ἁμάρτῃ, * παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, * Ἰησοῦν Χριστὸν δίκαιον:
                  καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν,
                  οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον * ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.

Matthew 2:13-18
13 ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ' ὄναρ τῷ ἰωσὴφ λέγων,

ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι:

μέλλει γὰρ ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.

14 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς αἴγυπτον,

15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ἡρῴδου:

ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος, ἐξ αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.

16 τότε ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν,

καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω,

κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.

17 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ ἰερεμίου τοῦ προφήτου λέγοντος,

18 φωνὴ ἐν ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς:

ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν.



Sanctorum tuorum Domine nobis pia non desit oratio
quae et munera nostra conciliet
et tuam nobis indulgentiam semper obtineat.
Sanctus 2
Canon 1Canon 3
Agnus Dei 2

Votiva Domine dona percepimus
quae Sanctorum nobis precibus
et praesentis quaesumus vitae pariter et aeternae
tribue conferre subsidium.