Francis, 4 Oct.

Kyrie 2
Gloria 2
Deus qui Ecclesiam tuam beati Patris nostri Francisci meritis
fetu novae prolis amplificas
tribue nobis ex ejus imitatione terrena despicere
et caelestium donorum semper participatione gaudere.
Galatians 6:14-18
      ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
      δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ.
      οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
      καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν,
      εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος,
      καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω,
ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί: ἀμήν.





Matthew 11:25-30

25 ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις: 26 ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.

27 πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

28 δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29 ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν: 30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.


Munera tibi Domine dicata sanctifica
et intercedente beato Patre nostro Francisco
ab omni nos culparum labe purifica.
Sanctus 2
Canon 1Canon 3
Agnus Dei 2

Ecclesiam tuam quaesumus Domine gratia caelestis amplificet
quam beati Patris nostri Francisci Confessoris tui illuminare voluisti
gloriosis meritis et exemplis.