Bartholomew, 24 August

Kyrie 2
Gloria 2
Omnipotens sempiterne Deus
qui hujus diei venerandam sanctamque laetitiam
in beati Apostoli tui Bartholomaei festivitate tribuisti
da Ecclesiae tuae quaesumus
et amare quod credidit
et praedicare quod docuit.
Revelation 21:9-14
9 καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας,
τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων,
καὶ ἐλάλησεν μετ' ἐμοῦ λέγων,
10 δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου
καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν,
     καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,
     11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ:
     ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι:
     12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν,
     ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα,
     καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστιν [τὰ ὀνόματα] τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ:
13 ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς,
καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς,
καὶ ἀπὸ νότου πυλῶνες τρεῖς,
καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς:
14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα,
καὶ ἐπ' αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.

John 1:45-51

45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ,
ὃν ἔγραψεν μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν,
Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.

46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;
λέγει αὐτῷ [ὁ] Φίλιππος, ἔρχου καὶ ἴδε.

47 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ,
ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.

48 λέγει αὐτῷ Ναθαναήλ, πόθεν με γινώσκεις;
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.

49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ, ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις;
μείζω τούτων ὄψῃ.

51 καὶ λέγει αὐτῷ, ἀμὴν ἀμὴν λέγω ὑμῖν,
ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα
καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.


Beati Apostoli tui Bartholomaei solemnia recensentes
quaesumus Domine
ut ejus auxilio tua beneficia capiamus
pro quo tibi laudis hostias immolamus.
Sanctus 2
Canon 1Canon 3
Agnus Dei 2

Sumpsimus Domine pignus salutis aeternae
celebrantes beati Apostoli tui Bartholomaei votiva solemnia
ut perpetua merita venerantes
ad vitam nutriamur aeternam.