Andrew, 30 Nov.

Kyrie 2
Gloria 2
Majestatem tuam Domine suppliciter exoramus
ut sicut Ecclesiae tuae beatus Andreas Apostolus exstitit praedicator et rector
ita apud te sit pro nobis perpetuus intercessor.
Romans 10:9-18
ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν,
καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ:
καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
λέγει γὰρ ἡ γραφή, πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.
οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος,
ὁ γὰρ αὐτὸς κύριος πάντων,
πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν:
πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
       πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν;
       πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν;
       πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;
       πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν;
       καθὼς γέγραπται, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.
       ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ:
       Ἠσαΐας γὰρ λέγει, κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
       ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.
       ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν;
       μενοῦνγε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
       καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Matthew 4:18-22

18 περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς γαλιλαίας εἶδεν δύο ἀδελφούς,

σίμωνα τὸν λεγόμενον πέτρον καὶ ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ,

βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν: ἦσαν γὰρ ἁλιεῖς.

19 καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.

20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

21 καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς,

ἰάκωβον τὸν τοῦ ζεβεδαίου καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ,

ἐν τῷ πλοίῳ μετὰ ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν:

καὶ ἐκάλεσεν αὐτούς.

22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.


Sacrificium nostrum tibi Domine quaesumus
beati Andreae Apostoli precatio sancta conciliet
ut in cujus honore solemniter exhibetur
ejus meritis efficiatur acceptum.
Sanctus 2
Canon 1Canon 3
Agnus Dei 2

Sumpsimus Domine divina mysteria
beati Andreae festivitate laetantes
quae sicut tuis Sanctis ad gloriam
ita nobis quaesumus ad veniam prodesse perficias.