All Saints, 1 Nov.

Kyrie 2
Gloria 2
Omnipotens sempiterne Deus
qui nos omnium Sanctorum tuorum merita sub una tribuisti celebritate venerari
quaesumus
ut desideratam nobis tuae propitiationis abundantiam
multiplicatis intercessoribus largiaris.
Rev 7:2-4,9-14
καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου,
ἔχοντα σφραγῖδα θεοῦ ζῶντος,
καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις
οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων,
μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα
ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων,
ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες,
ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν ἰσραήλ:...
μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο,
ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν,
ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου,
περιβεβλημένους στολὰς λευκάς,
καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν:
καὶ κράζουσιν φωνῇ μεγάλῃ λέγοντες,
ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ.
καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου
καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων,
καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν
καὶ προσεκύνησαν τῷ θεῷ,  λέγοντες,
ἀμήν: ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία
καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν
εἰς τοὺς αἰῶνας τῶν αἰώνων: ἀμήν.
καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι,
οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
καὶ εἴρηκα αὐτῷ, κύριέ μου, σὺ οἶδας.
καὶ εἶπέν μοι,
οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης,
καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
1 John 3:1-3
      ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ
      ἵνα τέκνα θεοῦ κληθῶμεν: καὶ ἐσμέν.
      διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς
      ὅτι οὐκ ἔγνω αὐτόν.
ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν,
καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα.
οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα,
ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.
καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ' αὐτῷ
ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.
Matthew 5:1-12
1 ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος:

καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ:

2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων,

3 μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
4 μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
5 μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
7 μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.
9 μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται.
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ' ὑμῶν [ψευδόμενοι] ἕνεκεν ἐμοῦ:
12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς: οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.

Credo


Munera tibi Domine nostrae devotionis offerimus
quae et pro cunctorum tibi grata sint honore Sanctorum
et nobis salutaria
te miserante reddantur.

Preface
Father, all-powerful and ever-living God,
we do well always and everywhere to give you thanks.
Today we keep the festival of your holy city,
the heavenly Jerusalem, our mother.
Around your throne
the saints, our brothers and sisters,
sing your praise for ever.
Their glory fills us with joy,
and their communion with us in your Church
gives us inspiration and strength
as we hasten on our pilgrimage of faith,
eager to meet them.
With their great company and all he angels
we praise your glory
as we cry out with one voice:
Sanctus 2
Canon 1Canon 3
Agnus Dei 2

Da quaesumus Domine fidelibus populis
omnium Sanctorum semper veneratione laetari
et eorum perpetua supplicatione muniri.