Easter Sunday 7C

Kyrie
Gloria
Omnipotens sempiterne Deus,
fac nos tibi semper et devotam gerere voluntatem
et majestati tuae sincero corde servire.
Acts 7:55-60

55 [στέφανος] ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,

56 καὶ εἶπεν, ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ.

57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ' αὐτόν,

58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν.

καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου σαύλου.

59 καὶ ἐλιθοβόλουν τὸν στέφανον ἐπικαλούμενον καὶ λέγοντα, κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.

60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ, κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν.

καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

Revelation 22:12-14,16-17,20
     ἰδοὺ ἔρχομαι ταχύ,
     καὶ ὁ μισθός μου μετ' ἐμοῦ,
     ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ.
          ἐγὼ τὸ ἄλφα καὶ τὸ ὦ,
          ὁ πρῶτος καὶ ὁ ἔσχατος,
          ἡ ἀρχὴ καὶ τὸ τέλος.
     μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν,
     ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς
     καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν...

ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις.
ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ,
ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, ἔρχου.
καὶ ὁ ἀκούων εἰπάτω, ἔρχου.
καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν...
λέγει ὁ μαρτυρῶν ταῦτα, ναί, ἔρχομαι ταχύ.
ἀμήν, ἔρχου, κύριε Ἰησοῦ.
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μετὰ πάντων.
John 17:20-26

20 οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ,

21 ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί,

ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.

22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν,

23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν,

ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.

24 πάτερ, ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ' ἐμοῦ,

ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι,

ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.

25 πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων,

καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας,
26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω,

ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.


Sacrificia nos Domine immaculata purificent
et mentibus nostris supernae gratiae dent vigorem.
Sanctus 4
Canon 1Canon 2Canon 3
Agnus Dei 4

Repleti Domine muneribus sacris
da quaesumus
ut in gratiarum semper actione maneamus.