Easter Sunday 6B

Kyrie
Gloria
Deus, a quo bona cuncta procedunt,
largire supplicibus tuis
ut cogitemus te inspirante quae recta sunt
et te gubernante eadem faciamus.
Acts 10:25-26,34-35,44-48

25 ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.

26 ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι: καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι...

34 ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν, ἐπ' ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός,

35 ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν...

44 ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.

45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῷ πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται:

46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν.

τότε ἀπεκρίθη Πέτρος, 47 μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;

48 προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

1 John 4:7-10
ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους,
ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν,
καὶ πᾶς ὁ ἀγαπῶν
ἐκ τοῦ θεοῦ γεγέννηται
καὶ γινώσκει τὸν θεόν.
ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν,
ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.
      ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν,
      ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ
      ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον
      ἵνα ζήσωμεν δι' αὐτοῦ.
      ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη,
      οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν,
      ἀλλ' ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς
      καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
John 15:9-17

9 καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα:
μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.

10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου,
καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.

11 ταῦτα λελάληκα ὑμῖν
ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ
καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.

12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή,
ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς:

13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει,
ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.

14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν.
15 οὐκέτι λέγω ὑμᾶς δούλους,
ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος:

ὑμᾶς δὲ εἴρηκα φίλους,
ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν.

16 οὐχ ὑμεῖς με ἐξελέξασθε,
ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς

καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε
καὶ ὁ καρπὸς ὑμῶν μένῃ,

ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν.
17 ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.

Credo

Suscipe Domine fidelium preces cum oblationibus hostiarum
ut per haec piae devotionis officia
ad caelestem gloriam transeamus.
Sanctus 4
Canon 1Canon 3
Agnus Dei 4

Tribue nobis Domine caelestis mensae virtute satiatis
et desiderare quae recta sunt
et desiderata percipere.