Easter 6 Monday

Kyrie
Praesta quaesumus omnipotens Deus
ut qui in afflictione nostra de tua pietate confidimus
contra adversa omnia tua semper protectione muniamur.
Acts 16:11-15

11 ἀναχθέντες δὲ ἀπὸ τρῳάδος εὐθυδρομήσαμεν εἰς σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς νέαν πόλιν, 12 κἀκεῖθεν εἰς φιλίππους, ἥτις ἐστὶν πρώτη[ς] μερίδος τῆς μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.

13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.

14 καί τις γυνὴ ὀνόματι λυδία, πορφυρόπωλις πόλεως θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ παύλου. 15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε: καὶ παρεβιάσατο ἡμᾶς.

John 15:26—16:4

26 ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός,
τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται,
ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ:

27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,
ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε.

16:1 ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.

2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς:

ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.

3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.

4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν.


Haec munera quaesumus Domine
et vincula nostrae pravitatis absolvant
et tuae nobis misericordiae dona concilient.
Sanctus 4
Canon 1Canon 2Canon 3
Agnus Dei 4

Vota nostra quaesumus Domine pio favore prosequere
ut dum dona tua in tribulatione percipimus
de consolatione nostra in tuo amore crescamus.