Easter Sunday 5C

Kyrie
Gloria
Deus, qui fidelium mentes unius efficis voluntatis,
da populis tuis id amare quod praecipis,
id desiderare quod promittis,
ut inter mundanas varietates
ibi nostra fixa sint corda
ubi vera sunt gaudia.
Acts 14:21-27
21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν λύστραν καὶ εἰς ἰκόνιον καὶ εἰς ἀντιόχειαν,

22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.

23 χειροτονήσαντες δὲ αὐτοῖς κατ' ἐκκλησίαν πρεσβυτέρους προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.

24 καὶ διελθόντες τὴν πισιδίαν ἦλθον εἰς τὴν παμφυλίαν,

25 καὶ λαλήσαντες ἐν πέργῃ τὸν λόγον κατέβησαν εἰς ἀττάλειαν.

26 κἀκεῖθεν ἀπέπλευσαν εἰς ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.

27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ' αὐτῶν

καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.

Revelation 21:1-5
καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν:
ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν,
καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
     καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον
     καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,
     ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
          καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης,
          ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων,
          καὶ σκηνώσει μετ' αὐτῶν,
     καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται,
     καὶ αὐτὸς ὁ θεὸς μετ' αὐτῶν ἔσται, αὐτῶν θεός,
καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν,
καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι,
οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι:
ὅτι τὰ πρῶτα ἀπῆλθαν.

καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ,
ἰδοὺ καινὰ ποιῶ πάντα.
John 13:31-35

31 ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς, νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ:
32 [εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ] καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.

33 τεκνία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι:
ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις
ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,καὶ ὑμῖν λέγω ἄρτι.

34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους: καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.

Credo

Deus qui nos per hujus sacrificii veneranda commercia
unius summae divinitatis participes effecisti
praesta quaesumus
ut sicut tuam cognoscimus veritatem
sic eam dignis moribus assequamur.
Sanctus 4
Canon 1Canon 3
Agnus Dei 4

Adesto nobis Domine Deus noster
ut per haec quae fideliter sumpsimus
et purgemur a vitiis
et a periculis omnibus eruamur.