Easter Sunday 5B

Kyrie
Gloria
Deus, qui fidelium mentes unius efficis voluntatis,
da populis tuis id amare quod praecipis,
id desiderare quod promittis,
ut inter mundanas varietates
ibi nostra fixa sint corda
ubi vera sunt gaudia.
Acts 9:26-31
26 παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς:

καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.

27 βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.

28 καὶ ἦν μετ' αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου,

29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς ἑλληνιστάς: οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.

30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς ταρσόν.

31 ἡ μὲν οὖν ἐκκλησία καθ' ὅλης τῆς ἰουδαίας καὶ γαλιλαίας καὶ σαμαρείας εἶχεν εἰρήνην,

οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου,

καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.

1 John 3:18-24
τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ
ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ.
καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν,
καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν
ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία,
ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.
ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ,
παρρησίαν ἔχομεν πρὸς τὸν θεόν,
καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν ἀπ' αὐτοῦ,
ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν
καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.
καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ,
ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ
καὶ ἀγαπῶμεν ἀλλήλους,
καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν.
καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ
ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ:
καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν,
ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.
John 15:1-8
1 ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν.
2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό,
καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ.
3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν:
4 μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν.
καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ' ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ,
οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε.
5 ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα.
ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν,
ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
6 ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη,
καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται.

7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ,
    ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμῖν.
        8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε
            καὶ γένησθε ἐμοὶ μαθηταί.

Credo

Deus qui nos per hujus sacrificii veneranda commercia
unius summae divinitatis participes effecisti
praesta quaesumus
ut sicut tuam cognoscimus veritatem
sic eam dignis moribus assequamur.
Sanctus 4
Canon 1Canon 3
Agnus Dei 4

Adesto nobis Domine Deus noster
ut per haec quae fideliter sumpsimus
et purgemur a vitiis
et a periculis omnibus eruamur.