Easter Sunday 3B

Kyrie
Gloria
Deus, qui in Filii tui humilitate jacentem mundum erexisti,
fidelibus tuis perpetuam concede laetitiam,
ut quos perpetuae mortis eripuisti casibus
gaudiis facias perfrui sempiternis.
Acts 3:13-15,17-19

13 ὁ θεὸς Ἀβραὰμ καὶ [ὁ θεὸς] Ἰσαὰκ καὶ [ὁ θεὸς] Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν: 14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν...

17 καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν: 18 ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν Χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως. 19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,

1 John 2:1-5
τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε.
καὶ ἐάν τις ἁμάρτῃ, * παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, * Ἰησοῦν Χριστὸν δίκαιον:
καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν,
οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον * ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, * ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
ὁ λέγων ὅτι ἔγνωκα αὐτόν, * καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν,
ψεύστης ἐστίν, * καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν:
ὃς δ' ἂν τηρῇ αὐτοῦ τὸν λόγον, * ἀληθῶς ἐν τούτῳ * ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται.
Luke 24:35-48
35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

36 ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς, εἰρήνη ὑμῖν.

37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.

38 καὶ εἶπεν αὐτοῖς, τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν;

39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός:

ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.

40 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.

41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς, ἔχετέ τι βρώσιμον ἐνθάδε;

42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος:

43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

44 εἶπεν δὲ πρὸς αὐτούς, οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν,

ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ μωϋσέως καὶ τοῖς προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.

45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς.

46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,

47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη

— ἀρξάμενοι ἀπὸ ἰερουσαλήμ:

48 ὑμεῖς μάρτυρες τούτων.

Credo

Benedictionem nobis Domine conferat salutarem sacra semper oblatio
ut quod agit mysterio virtute perficiat.
Sanctus 4
Canon 1Canon 3
Agnus Dei 4

Praesta nobis quaesumus omnipotens Deus
ut vivificationis tuae gratiam consequentes
in tuo semper munere gloriemur.