Easter Sunday 2A

Kyrie
Gloria
Praesta, quaesumus, omnipotens Deus,
ut qui Paschalia festa peregimus,
haec te largiente moribus et vita teneamus.
Acts 2:42-47
42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. 43 ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44 πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, 45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν: 46 καθ' ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ' οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ' ἡμέραν ἐπὶ τὸ αὐτό.
Acts 4:32-35

32 τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία,

καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι,

ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά.

33 καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ,

χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.

34 οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς:

ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων

35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων: διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.

Acts 5:12-16

12 διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ:

καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ σολομῶντος.

13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός:

14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν,

15 ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων,

ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.

16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλήμ,

φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων,

οἵτινες ἐθεραπεύοντο ἅπαντες.

1 Peter 1:3-9
εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε,
οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος:
τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς:
ἀπεθάνετε γάρ,
καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ.
ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν,
τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
1 John 5:1-6
πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς * ἐκ τοῦ θεοῦ γεγέννηται,
καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα * ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
      ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ,
      ὅταν τὸν θεὸν ἀγαπῶμεν * καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν.
      αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ,
      ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν:
      καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ * νικᾷ τὸν κόσμον:
καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, * ἡ πίστις ἡμῶν.
τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον * εἰ μὴ ὁ πιστεύων * ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;

      οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος, * Ἰησοῦς Χριστός:
      οὐκ ἐν τῷ ὕδατι μόνον * ἀλλ' ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι:
      καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, * ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.
Revelation 1:9-11a,17-19
ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ,
ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.
ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος
λεγούσης, ὃ βλέπεις γράψον εἰς βιβλίον...
καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός:
καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ' ἐμὲ λέγων, μὴ φοβοῦ:
ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,
καὶ ὁ ζῶν,
καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου.
γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει γενέσθαι μετὰ ταῦτα.
John 20:19-31

19 οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων,
καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων,
ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς, εἰρήνη ὑμῖν.

20 καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς.
ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.
21 εἶπεν οὖν αὐτοῖς [ὁ Ἰησοῦς] πάλιν, εἰρήνη ὑμῖν:

καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς, λάβετε πνεῦμα ἅγιον:
23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς, ἄν τινων κρατῆτε κεκράτηνται.

24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς.
25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, ἑωράκαμεν τὸν κύριον.
ὁ δὲ εἶπεν αὐτοῖς, ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων
καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων
καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.

26 καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν.
ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, εἰρήνη ὑμῖν.

27 εἶτα λέγει τῷ Θωμᾷ, φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου,
καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.

28 ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ, ὁ κύριός μου καὶ ὁ θεός μου.
29 λέγει αὐτῷ ὁ Ἰησοῦς, ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.

30 πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν [αὐτοῦ],
ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ:
31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύ[σ]ητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ,
καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

Credo

Suscipe munera Domine quaesumus exsultantis Ecclesiae
et cui causam tanti gaudii praestitisti
perpetuae fructum concede laetitiae.
Sanctus 4
Canon 1Canon 3
Agnus Dei 4

Quaesumus, Domine Deus noster
ut sacrosancta mysteria quae pro reparationis nostrae munimine contulisti
et praesens nobis remedium esse facias et futurum.