Christmas: 31 December

Kyrie 2
Gloria 2
Ever-living God,
in the birth of your Son
our religion has its origin and its perfect fulfillment.
Help us to share in the life of Christ
for he is the salvation of mankind
who lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 2:18-21

      παιδία, ἐσχάτη ὥρα ἐστίν, * καὶ καθὼς ἠκούσατε
      ὅτι ἀντίΧριστος ἔρχεται, * καὶ νῦν ἀντίΧριστοι πολλοὶ γεγόνασιν:
            ὅθεν γινώσκομεν * ὅτι ἐσχάτη ὥρα ἐστίν.
           ἐξ ἡμῶν ἐξῆλθαν, * ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν:
            εἰ γὰρ ἐξ ἡμῶν ἦσαν, * μεμενήκεισαν ἂν μεθ' ἡμῶν:
                  ἀλλ' ἵνα φανερωθῶσιν * ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν.
            καὶ ὑμεῖς χρῖσμα ἔχετε * ἀπὸ τοῦ ἁγίου, * καὶ οἴδατε πάντες.
           οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν,
      ἀλλ' ὅτι οἴδατε αὐτήν, * καὶ ὅτι πᾶν ψεῦδος * ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.


John 1:1-18
1 ἐν ἀρχῇ ἦν ὁ λόγος,
καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν,
καὶ θεὸς ἦν ὁ λόγος.

2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
3 πάντα δι' αὐτοῦ ἐγένετο,
καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.

ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων:
5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

6 ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης:
7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ.
8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

9 ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.
10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.

11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.

12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,

13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν.

14 καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν,
καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.

15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, οὗτος ἦν ὃν εἶπον,
ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν,
ὅτι πρῶτός μου ἦν.

16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος:
17 ὅτι ὁ νόμος διὰ μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε:
μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.


Father of peace,
accept our devotion and sincerity,
and by our sharing in this mystery
draw us closer to each other and to you.
We ask this through Christ our Lord.
Sanctus 2
Canon 1Canon 2Canon 3
Agnus Dei 2

Lord, may this sacrament be our strength.
Teach us to value all the good you give us
and help us to strive for eternal life.
We ask this in the name of Jesus the Lord.