Christmas: 30 December

Kyrie 2
Gloria 2
All-powerful God,
may the human birth of your Son
free us from our former slavery to sin
and bring us to new life
We ask this through our Lord Jesus Christ, your Son,
who lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 2:12-17

γράφω ὑμῖν, τεκνία, * ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.
γράφω ὑμῖν, πατέρες, * ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς.
γράφω ὑμῖν, νεανίσκοι, * ὅτι νενικήκατε τὸν πονηρόν.
ἔγραψα ὑμῖν, παιδία * ὅτι ἐγνώκατε τὸν πατέρα.
ἔγραψα ὑμῖν, πατέρες, * ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς.
ἔγραψα ὑμῖν, νεανίσκοι, * ὅτι ἰσχυροί ἐστε
καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει * καὶ νενικήκατε τὸν πονηρόν.
                                                __________________
μὴ ἀγαπᾶτε τὸν κόσμον * μηδὲ τὰ ἐν τῷ κόσμῳ.
ἐάν τις ἀγαπᾷ τὸν κόσμον, * οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ:
ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ,
ἐπιθυμία τῆς σαρκὸς * καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν * καὶ ἡ ἀλαζονεία τοῦ βίου,
οὐκ ἔστιν ἐκ τοῦ πατρὸς * ἀλλ' ἐκ τοῦ κόσμου ἐστίν.
καὶ ὁ κόσμος παράγεται * καὶ ἡ ἐπιθυμία αὐτοῦ,
ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ * μένει εἰς τὸν αἰῶνα.


Luke 2:36-40

36 καὶ ἦν ἅννα προφῆτις, θυγάτηρ φανουήλ, ἐκ φυλῆς ἀσήρ: αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,

37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν.

38 καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἰερουσαλήμ.

39 καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ἐπέστρεψαν εἰς τὴν γαλιλαίαν εἰς πόλιν ἑαυτῶν ναζαρέθ. 40 τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτό.


Father, in your mercy accept our gifts.
By sharing in this eucharist
may we come to live more fully the love we profess.
Grant this through Christ our Lord.
Sanctus 2
Canon 1Canon 2Canon 3
Agnus Dei 2

God our Father,
in this eucharist you touch our lives.
Keep your love alive in our hearts
that we may become worthy of you.
We ask this in the name of Jesus the Lord.