Christmas: 29 December

Kyrie 2
Gloria 2
All-powerful and unseen God,
the coming of your light into our world
has made the darkness vanish.
Teach us to proclaim the birth of your Son Jesus Christ,
who lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 2:3-11

                  καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν,
                  οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον * ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
                        καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, * ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
                        ὁ λέγων ὅτι ἔγνωκα αὐτόν, * καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν,
                        ψεύστης ἐστίν, * καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν:
                  ὃς δ' ἂν τηρῇ αὐτοῦ τὸν λόγον, * ἀληθῶς ἐν τούτῳ * ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται.
                  ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν:
            ὁ λέγων ἐν αὐτῷ μένειν * ὀφείλει
            καθὼς ἐκεῖνος περιεπάτησεν * καὶ αὐτὸς οὕτως περιπατεῖν.
      ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν,
      ἀλλ' ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ' ἀρχῆς:
      ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε.
      πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, * ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν,
      ὅτι ἡ σκοτία παράγεται * καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
ὁ λέγων ἐν τῷ φωτὶ εἶναι * καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν * ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι.
ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ * ἐν τῷ φωτὶ μένει, * καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν:
ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ * ἐν τῇ σκοτίᾳ ἐστὶν
καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, * καὶ οὐκ οἶδεν ποῦ ὑπάγει,
ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.


Luke 2:22-35
22 καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.

25 καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν ἰερουσαλὴμ ᾧ ὄνομα συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ' αὐτόν:

26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν [ἢ] ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.

27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν: καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ

28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν,

29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, * κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ:

30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου * 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,

32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν * καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

33 καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς συμεὼν καὶ εἶπεν πρὸς μαριὰμ τὴν μητέρα αὐτοῦ, ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον 35 καὶ σοῦ [δὲ] αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.


Lord, receive our gifts in this wonderful exchange:
from all you have given us
we bring you these gifts,
and in return, you give us yourself.
We ask this through Christ our Lord.
Sanctus 2
Canon 1Canon 2Canon 3
Agnus Dei 2

Father of love and mercy,
grant that our lives may always be founded
on the power of this holy mystery.
We ask this in the name of Jesus the Lord.