Christmas: 13 January or Saturday after Epiphany


Kyrie 2
God our Father,
through your Son you made us a new creation.
He shared our nature and became one of us
with his help, may we become more like him,
who lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 5:14-21

καὶ αὕτη ἐστὶν ἡ παρρησία * ἣν ἔχομεν πρὸς αὐτόν,
ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ * ἀκούει ἡμῶν.
καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν * ὃ ἐὰν αἰτώμεθα,
οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα * ἃ ᾐτήκαμεν ἀπ' αὐτοῦ.
      ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον,
      αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν,
      τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον.
      ἔστιν ἁμαρτία πρὸς θάνατον:
      οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
      πᾶσα ἀδικία ἁμαρτία ἐστίν,
      καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει,
      ἀλλ' ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν,
      καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν,
      καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει,
      καὶ δέδωκεν ἡμῖν διάνοιαν * ἵνα γινώσκωμεν τὸν ἀληθινόν:
      καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, * ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ.
      οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς * καὶ ζωὴ αἰώνιος.

τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων.


John 3:22-30

22 μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν,
καὶ ἐκεῖ διέτριβεν μετ' αὐτῶν καὶ ἐβάπτιζεν.
23 ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ,
καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο:
24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.

25 ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ.
26 καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ, ῥαββί,
ὃς ἦν μετὰ σοῦ πέραν τοῦ ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας,
ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.

27 ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον [ὅτι] οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.

29 ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν:
ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.

αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.
30 ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.


Father of peace,
accept our devotion and sincerity,
and by our sharing in this mystery
draw us closer to each other and to you
We ask this through Christ our Lord.
Sanctus 2
Canon 1Canon 2Canon 3
Agnus Dei 2

Lord, may this sacrament be our strength.
Teach us to value all the good you give us
and help us to strive for eternal life.
Grant this in the name of Jesus the Lord.