Christmas: 12 January or Friday after Epiphany


Kyrie 2
All-powerful Father,
you have made known the birth of the Savior
by the light of a star.
May he continue to guide us with his light,
for he lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 5:5-13

πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς * ἐκ τοῦ θεοῦ γεγέννηται,
καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα * ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
      ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ,
      ὅταν τὸν θεὸν ἀγαπῶμεν * καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν.
      αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ,
      ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν:
      καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ * νικᾷ τὸν κόσμον:
καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, * ἡ πίστις ἡμῶν.
τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον * εἰ μὴ ὁ πιστεύων * ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;

      οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος, * Ἰησοῦς Χριστός:
      οὐκ ἐν τῷ ὕδατι μόνον * ἀλλ' ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι:
      καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, * ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.
            ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, * τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, * καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
            εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, * ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν,
            ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ, * ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ.
      ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ * ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ:
      ὁ μὴ πιστεύων τῷ θεῷ * ψεύστην πεποίηκεν αὐτόν,
      ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν * ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.

καὶ αὕτη ἐστὶν ἡ μαρτυρία,
ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ θεός,
καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν.
ὁ ἔχων τὸν υἱὸν * ἔχει τὴν ζωήν:
ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ * τὴν ζωὴν οὐκ ἔχει.
ταῦτα ἔγραψα ὑμῖν * ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον,
τοῖς πιστεύουσιν * εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ.


Luke 5:12-16
12 καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας: ἰδὼν δὲ τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.

13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, θέλω, καθαρίσθητι: καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ' αὐτοῦ.

14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.

15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ,

καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν:

16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.


Father, in your mercy accept our gifts.
By sharing in this eucharist
may we come to live more fuly the love we profess.
Grant this through Christ our Lord.
Sanctus 2
Canon 1Canon 2Canon 3
Agnus Dei 2

God our Father,
in this eucharist you touch our lives.
Keep your love alive in our hearts
that we may become worthy of you.
We ask this in the name of Jesus the Lord.