Christmas: 10 January or Wednesday after Epiphany


Kyrie 2
God, light of all nations,
give us the joy of lasting peace,
and fill us with your radiance
as you filled the hearts of our fathers.
We ask this through our Lord Jesus Christ, your Son,
who lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 4:11-18

ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς,
καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
θεὸν οὐδεὶς πώποτε τεθέαται:
ἐὰν ἀγαπῶμεν ἀλλήλους,
ὁ θεὸς ἐν ἡμῖν μένει
καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστιν.

      ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν,
      ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
      καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν
      ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
      ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ,
      ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.
      καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν.
      ὁ θεὸς ἀγάπη ἐστίν,
      καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ μένει.

ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ' ἡμῶν,
ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως,
ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ,
ἀλλ' ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον,
ὅτι ὁ φόβος κόλασιν ἔχει,
ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.


Mark 6:45-52

45 καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς βηθσαϊδάν,

ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον.

46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.

47 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.

48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς,

περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης:

καὶ ἤθελεν παρελθεῖν αὐτούς.

49 οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν, καὶ ἀνέκραξαν:

50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν.

ὁ δὲ εὐθὺς ἐλάλησεν μετ' αὐτῶν, καὶ λέγει αὐτοῖς, θαρσεῖτε, ἐγώ εἰμι: μὴ φοβεῖσθε.

51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος.

καὶ λίαν [ἐκ περισσοῦ] ἐν ἑαυτοῖς ἐξίσταντο,

52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ' ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.


Father of peace,
accept our devotion and sincerity,
and by our sharing in this mystery
draw us closer to each other and to you.
We ask this through Christ our Lord.
Sanctus 6
Canon 1Canon 2Canon 3
Agnus Dei 6

Lord, may this sacrament be our strength.
Teach us to value all the good you give us
and help us to strive for eternal life.
Grant this in the name of Jesus the Lord.