Christmas: 9 January or Tuesday after Epiphany


Kyrie 2
Father, your Son became like us
when he revealed himself in our nature:
help us to become more like him,
who lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 4:7-10

ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους,
ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν,
καὶ πᾶς ὁ ἀγαπῶν
ἐκ τοῦ θεοῦ γεγέννηται
καὶ γινώσκει τὸν θεόν.
ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν,
ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.
      ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν,
      ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ
      ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον
      ἵνα ζήσωμεν δι' αὐτοῦ.
      ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη,
      οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν,
      ἀλλ' ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς
      καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.


Mark 6:34-44

34 καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον,

καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα,

καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.

35 καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον

ὅτι ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή:

36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν.

37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, δότε αὐτοῖς ὑμεῖς φαγεῖν.

καὶ λέγουσιν αὐτῷ, ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν;

38 ὁ δὲ λέγει αὐτοῖς, πόσους ἄρτους ἔχετε; ὑπάγετε ἴδετε.

καὶ γνόντες λέγουσιν, πέντε, καὶ δύο ἰχθύας.

39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.

40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα.

41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας

ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν

καὶ κατέκλασεν τοὺς ἄρτους

καὶ ἐδίδου τοῖς μαθηταῖς [αὐτοῦ] ἵνα παρατιθῶσιν αὐτοῖς,

καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.

42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν:

43 καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων.

44 καὶ ἦσαν οἱ φαγόντες [τοὺς ἄρτους] πεντακισχίλιοι ἄνδρες.


Father, in your mercy accept our gifts.
By sharing in this eucharist
may we coe to live more fully the love we profess.
Grant this through Christ our Lord.
Sanctus 6
Canon 1Canon 2Canon 3
Agnus Dei 6

God our Father,
in this eucharist you touchour lives.
Keep your love alive in our hearts.
We ask this in the name of Jesus the Lord.