Christmas: 8 January or Monday after Epiphany


Kyrie 2
Lord, let the light of your glory shine within us,
and lead us through the darkness of this world
to the radiant joy of our eternal home.
We ask this through our Lord Jesus Christ, your Son
who lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 3:22—4:6

      καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν ἀπ' αὐτοῦ,
      ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν
      καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.
            καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ,
            ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ
            καὶ ἀγαπῶμεν ἀλλήλους,
            καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν.
      καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ
      ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ:
      καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν,
      ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.

ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε,
ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν,
ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ:
πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα
ἐκ τοῦ θεοῦ ἐστιν,
      καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν
      ἐκ τοῦ θεοῦ οὐκ ἔστιν:
      καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου,
      ὃ ἀκηκόατε ὅτι ἔρχεται,
      καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.

      ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία,
      καὶ νενικήκατε αὐτούς,
      ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ.
      αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν:
      διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν
      καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν:
ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν,
ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν.
ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.


Matthew 4:12-17,23-25
12 ἀκούσας δὲ ὅτι ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν γαλιλαίαν.

13 καὶ καταλιπὼν τὴν ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις ζαβουλὼν καὶ νεφθαλίμ:

14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ἠσαΐου τοῦ προφήτου λέγοντος,

15 γῆ ζαβουλὼν καὶ γῆ νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ ἰορδάνου, γαλιλαία τῶν ἐθνῶν,

16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα,

καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.

17 ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν...

23 καὶ περιῆγεν ἐν ὅλῃ τῇ γαλιλαίᾳ,

διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν

καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας

καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν συρίαν:

καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους

[καὶ] δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς,

καὶ ἐθεράπευσεν αὐτούς.

25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς γαλιλαίας καὶ δεκαπόλεως καὶ ἱεροσολύμων καὶ ἰουδαίας καὶ πέραν τοῦ ἰορδάνου.


Lord, receive our gifts in this wonderful exchange:
from all you have given us
we bring you these gifts,
and in return, you give us yourself.
We ask this through Christ our Lord.
Sanctus 6
Canon 1Canon 2Canon 3
Agnus Dei 6

Father of love and mecy,
grant that our lives may always be founded
on the power of this holy mystery.
We ask this in the name of Jesus the Lord.