Christmas: 7 January or Saturday before Epiphany


Kyrie 2
All-powerful and ever-living God,
you give us a new vision of your glory
in the coming of Christ your Son.
He was born of the Virgin Mary
and came to share our life.
May we come to share his eternal life
in the glory of your kingdom,
where he lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 5:14-21

καὶ αὕτη ἐστὶν ἡ παρρησία * ἣν ἔχομεν πρὸς αὐτόν,
ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ * ἀκούει ἡμῶν.
καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν * ὃ ἐὰν αἰτώμεθα,
οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα * ἃ ᾐτήκαμεν ἀπ' αὐτοῦ.
      ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον,
      αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν,
      τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον.
      ἔστιν ἁμαρτία πρὸς θάνατον:
      οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
      πᾶσα ἀδικία ἁμαρτία ἐστίν,
      καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει,
      ἀλλ' ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν,
      καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν,
      καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει,
      καὶ δέδωκεν ἡμῖν διάνοιαν * ἵνα γινώσκωμεν τὸν ἀληθινόν:
      καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, * ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ.
      οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς * καὶ ζωὴ αἰώνιος.

τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων.


John 2:1-11

1 καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ:
2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.

3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, οἶνον οὐκ ἔχουσιν.
4 [καὶ] λέγει αὐτῇ ὁ Ἰησοῦς, τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.

5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε.
6 ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.

7 λέγει αὐτοῖς ὁ Ἰησοῦς, γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
8 καὶ λέγει αὐτοῖς, ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ: οἱ δὲ ἤνεγκαν.

9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν,
οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ,
φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος

10 καὶ λέγει αὐτῷ, πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω:
σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.

11 ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ,
καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.


Father of peace,
accept our devotion and sincerity,
and by our sharing in this mystery
draw us closer to each other and to you.
We ask this through Christ our Lord.
Sanctus 6
Canon 1Canon 2Canon 3
Agnus Dei 6

Lord, may this sacrament be our strength.
Teach us to value all the good you give us.
We ask this in the name of Jesus the Lord.