Christmas: 6 January or Friday before Epiphany


Kyrie 2
Lord, fill our hearts with your light.
May we always acknowledge Christ as our Savior
and be more fatihful to his Gospel,
for he lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 5:5-13

πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς * ἐκ τοῦ θεοῦ γεγέννηται,
καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα * ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
      ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ,
      ὅταν τὸν θεὸν ἀγαπῶμεν * καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν.
      αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ,
      ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν:
      καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ * νικᾷ τὸν κόσμον:
καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, * ἡ πίστις ἡμῶν.
τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον * εἰ μὴ ὁ πιστεύων * ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;

      οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος, * Ἰησοῦς Χριστός:
      οὐκ ἐν τῷ ὕδατι μόνον * ἀλλ' ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι:
      καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, * ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.
            ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, * τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, * καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
            εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, * ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν,
            ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ, * ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ.
      ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ * ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ:
      ὁ μὴ πιστεύων τῷ θεῷ * ψεύστην πεποίηκεν αὐτόν,
      ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν * ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.

καὶ αὕτη ἐστὶν ἡ μαρτυρία,
ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ θεός,
καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν.
ὁ ἔχων τὸν υἱὸν * ἔχει τὴν ζωήν:
ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ * τὴν ζωὴν οὐκ ἔχει.
ταῦτα ἔγραψα ὑμῖν * ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον,
τοῖς πιστεύουσιν * εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ.


Luke 3:23-38
23 καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα,
ὢν υἱός, ὡς ἐνομίζετο, ἰωσὴφ τοῦ ἠλὶ 24 τοῦ μαθθὰτ τοῦ λευὶ τοῦ μελχὶ τοῦ ἰανναὶ τοῦ ἰωσὴφ
25 τοῦ ματταθίου τοῦ ἀμὼς τοῦ ναοὺμ τοῦ ἑσλὶ τοῦ ναγγαὶ 26 τοῦ μάαθ τοῦ ματταθίου
τοῦ σεμεῒν τοῦ ἰωσὴχ τοῦ ἰωδὰ 27 τοῦ ἰωανὰν τοῦ ῥησὰ τοῦ ζοροβαβὲλ τοῦ σαλαθιὴλ
τοῦ νηρὶ 28 τοῦ μελχὶ τοῦ ἀδδὶ τοῦ κωσὰμ τοῦ ἐλμαδὰμ τοῦ ἢρ 29 τοῦ Ἰησοῦ
τοῦ ἐλιέζερ τοῦ ἰωρὶμ τοῦ μαθθὰτ τοῦ λευὶ 30 τοῦ συμεὼν τοῦ Ἰούδα τοῦ ἰωσὴφ
τοῦ ἰωνὰμ τοῦ ἐλιακὶμ 31 τοῦ μελεὰ τοῦ μεννὰ τοῦ ματταθὰ τοῦ ναθὰμ τοῦ δαυὶδ
32 τοῦ ἰεσσαὶ τοῦ ἰωβὴδ τοῦ βόος τοῦ σαλὰ τοῦ ναασσὼν 33 τοῦ ἀμιναδὰβ τοῦ ἀδμὶν
τοῦ ἀρνὶ τοῦ ἑσρὼμ τοῦ φάρες τοῦ Ἰούδα 34 τοῦ ἰακὼβ τοῦ ἰσαὰκ τοῦ ἀβραὰμ
τοῦ θάρα τοῦ ναχὼρ 35 τοῦ σεροὺχ τοῦ ῥαγαὺ τοῦ φάλεκ τοῦ ἔβερ τοῦ σαλὰ
36 τοῦ καϊνὰμ τοῦ ἀρφαξὰδ τοῦ σὴμ τοῦ νῶε τοῦ λάμεχ 37 τοῦ μαθουσαλὰ τοῦ ἑνὼχ
τοῦ ἰάρετ τοῦ μαλελεὴλ τοῦ καϊνὰμ 38 τοῦ ἐνὼς τοῦ σὴθ τοῦ ἀδὰμ τοῦ θεοῦ.

Father, in your mercy accept our gifts.
By sharing in this eucharist
may we come to live more fully the love we profess.
Grant this through Christ our Lord.
Sanctus 2
Canon 1Canon 2Canon 3
Agnus Dei 2

God our Father,
in this euchasrist you touch our lives.
Keep your love alive in our hearts
that we may become worthy of you.
We ask this in the name of Jesus the Lord.