Christmas: 5 January or Thursday before Epiphany


Kyrie 2
Father, you make known the salvation of mankind
at the birth of your Son.
Make us strong in faith
and bring us to the glory you promise.
We ask this through our Lord Jesus Christ, your Son,
who lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 3:11-21

ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ' ἀρχῆς,
ἵνα ἀγαπῶμεν ἀλλήλους:
      οὐ καθὼς κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ:
      καὶ χάριν τίνος ἔσφαξεν αὐτόν;
      ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν,
      τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
καὶ μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.
ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν,
ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς:
ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ.
πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν,
καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν.

      ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην,
      ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν:
      καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι.
            ὃς δ' ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου
            καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα
            καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ' αὐτοῦ,
            πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ;
      τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ
      ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ.
                 καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν,
                  καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν
                  ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία,
                  ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.
                  ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ,
                  παρρησίαν ἔχομεν πρὸς τὸν θεόν.


John 1:43-51

43 τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον.
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι.
44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.

45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ,
ὃν ἔγραψεν μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν,
Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.

46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;
λέγει αὐτῷ [ὁ] Φίλιππος, ἔρχου καὶ ἴδε.

47 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ,
ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.

48 λέγει αὐτῷ Ναθαναήλ, πόθεν με γινώσκεις;
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.

49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ, ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις;
μείζω τούτων ὄψῃ.

51 καὶ λέγει αὐτῷ, ἀμὴν ἀμὴν λέγω ὑμῖν,
ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα
καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.


Lord, receive our gifts in this wonderful exchange:
from all you have given us
we bring you these gifts,
and in return you give us yourself.
We ask this through Christ our Lord.
Sanctus 2
Canon 1Canon 2Canon 3
Agnus Dei 2

Father of love and mercy,
grant that our lives may always be founded
on the power of this holy mystery.
We ask this in the name of Jesus the Lord.