Christmas: 4 January or Wednesday before Epiphany


Kyrie 2
All powerful Father,
you sent your Son Jesus Christ
to bring the new light of salvation to the world.
May he enlighten us with his radiance,
who lives and reigns with you and the Holy Spirit,
one God, for ever and ever.
1 John 3:7-10
      τεκνία, μηδεὶς πλανάτω ὑμᾶς:
      ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν,
      καθὼς ἐκεῖνος δίκαιός ἐστιν:
      ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν,
      ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.
εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ,
ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.
πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ,
ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει:
καὶ οὐ δύναται ἁμαρτάνειν,
ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.
ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου:
πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ,
καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.

John 1:35-42

35 τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.

37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.

38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, τί ζητεῖτε;

οἱ δὲ εἶπαν αὐτῷ, ῥαββί ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις;

39 λέγει αὐτοῖς, ἔρχεσθε καὶ ὄψεσθε.

ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην: ὥρα ἦν ὡς δεκάτη.

40 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ:

41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ,

εὑρήκαμεν τὸν μεσσίαν ὅ ἐστιν μεθερμηνευόμενον Χριστός:

42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν,

σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου: σὺ κληθήσῃ κηφᾶς ὃ ἑρμηνεύεται Πέτρος.


Father of peace,
accept our devotion and sincerity,
and by our sharing in this mystery
draw us closer to each other and to you
We ask this through Christ our Lord.
Sanctus 2
Canon 1Canon 2Canon 3
Agnus Dei 2

Lord, may this sacrament be our strength.
Teach us to value all the good you give us.
Grant this in the name of Jesus the Lord.